Λατίνων κεφάλαιον λζʹ. Συλλογισμὸς τρίτος
«Ἔτι, ἐκ τοῦ Πατρός ἐστιν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· ἀνάγκη τοίνυν τὸν Πατέρα πρὸς ἑκάτερον ἀναφέρεσθαι, ὡς τὴν ἀρχὴν πρὸς τὰ ἐκ τῆς ἀρχῆς· ἀναφέρεται δὲ πρὸς τὸν Υἱὸν τῇ τῆς πατρότητος ἀναφορᾷ, οὐ μέντοι πρὸς τὸ Πνεῦμα τὸ Ἅγιον· οὕτω γὰρ υἱὸς ἂν ἦν τὸ Πνεῦμα τὸ Ἅγιον, ἡ γὰρ πατρότης πρὸς τὸν υἱὸν μόνον λέγεται. Ἀνάγκη τοίνυν ἐν τῷ Πατρὶ εἶναί τινα σχέσιν ἑτέραν, δι’ ἧς πρὸς τὸ Πνεῦμα τὸ Ἅγιον ἀναφέρεται, καὶ καλεῖται αὕτη πνοή. Ὁμοίως δὲ οὔσης σχέσεώς τινος ἐν τῷ Υἱῷ, ᾗ πρὸς τὸν Πατέρα ἀναφέρεται, καὶ λεγομένης υἱότητος, ἀνάγκη κἀν τῷ Ἁγίῳ Πνεύματι εἶναι σχέσιν ἑτέραν, ᾗ πρὸς τὸν Πατέρα ἀναφέρεται, καὶ λέγεται αὕτη ἐκπόρευσις. Καὶ οὕτω κατὰ τὴν ἀπὸ τοῦ Πατρὸς τοῦ Υἱοῦ γέννησιν δύο σχέσεις εἰσί, μία μὲν ἐν τῷ αἰτίῳ, ἄλλη δὲ ἐν τῷ αἰτιατῷ, ἡ πατρότης δηλονότι καὶ ἡ υἱότης, καὶ ἕτεραι δύο κατὰ τὴν τοῦ Ἁγίου Πνεύματος πρόοδον, πνοὴ δηλονότι καὶ ἐκπόρευσις. Ἡ δὲ πατρότης αὕτη καὶ ἡ πνοὴ δύο πρόσωπα οὐ ποιοῦσιν, ἀλλ’ ἐν ἐνὶ Προσώπῳ, τῷ τοῦ Πατρός, ἄμφω εἰσίν, ἐπεὶ μὴ ἔχουσιν ἀντίθεσιν πρὸς ἀλλήλας.