Eph 4,4 Ἢ ὡς ἓν ὄντες 〈πνεῦμα〉 καὶ 〈ἓν σῶμα·〉 οὕτω γὰρ ἐκλήθητε.
Eph 4,8 〈Ἀναβὰς εἰς ὕψος.〉 λέγει δὲ τὸ τοῦ σταυροῦ, ὡς αὐτὸς ἐπηγγείλατο· 〈ὅτε ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.〉 〈Ἠιχμαλώτευσε〉 μὲν τὸν διάβολον, 〈ἔδωκε〉 δὲ ἀντὶ τιμωρίας 〈δόματα〉 καὶ χαρίσματα τοῖς αἰχμαλωτισθεῖσιν, ἐπειδὴ ὁ ἀναβαίνων ἢ ἐν τῷ ἀναβαίνειν λαμβάνει τὴν ἀρχὴν τοῦ ἄνω γενέσθαι, ὥσπερ ὅτε τις ἀπάρχεται ἀναβαίνειν μὴ ὢν ἐξ ἀρχῆς ἄνω, ἢ οὐ νῦν λαμβάνει τὴν ἀρχὴν τῆς ἀνόδου ἀλλ᾽ ἀπ᾽ ἀρχῆς μὲν ἦν ἄνω, καταβὰς δὲ ἐκεῖθεν νῦν πάλιν ἄνεισιν. εἰπὼν δὲ 〈ἀναβάς,〉 ἑρμηνεύει πῶς δεῖ ἐννοεῖν τὸ 〈ἀναβάς·〉 ὅτι οὐχ ὡς νῦν, φησίν, ἀρξάμενος ἀναβαίνει—ἦν γὰρ ἐξ ἀρχῆς ἐν τῷ ὕψει τῆς θεϊκῆς ἀξίας καὶ τῆς πατρικῆς δόξης—ἀλλ᾽ ὡς ἀπὸ τῆς κατὰ τὴν οἰκονομίαν συγκαταβάσεως καὶ μέχρι τῆς εἰς ᾅδου καθόδου εἰς τὴν πρέπουσαν τοῦ θεϊκοῦ ὕψους φανέρωσιν ἀνελθὼν πάλιν, λέγεται ὅτι 〈ἀνέβη.〉 Eph 4,10 〈Ὁ αὐτός,〉 φησίν, 〈ἐστὶν ὁ καταβὰς καὶ ὁ ἀναβάς·〉 καταβαίνει μὲν γὰρ εἰς τὴν σάρκωσιν ὡς θεός, ἀναβαίνει δὲ ὡς ἄνθρωπος. καὶ καταβαίνει μὲν εἰς τὸν ᾅδην ὡς ἄνθρωπος, ἀνίσταται δὲ ὡς θεός. οὐ μόνον δέ, ἀλλὰ καὶ 〈ὑπεράνω〉 γίνεται 〈τῶν οὐρανῶν,〉 καὶ οὐχ ἁπλῶς, ἀλλὰ 〈πάντων〉 τῆς ἐκεῖσε λήξεως καὶ καθέδρας τὸ πρόσλημμα ἡμῶν ἀξιῶν.