Hebr 9,1—2 Τὸ 〈εἶχε μὲν καὶ ἡ πρώτη δικαιώματα λατρείας,〉 οὐ περὶ τῆς σκηνῆς εἰρῆσθαι νομίζω ἀλλὰ περὶ αὐτῆς τῆς παλαιᾶς διαθήκης· οὐ γὰρ τὴν σκηνὴν τῇ νέᾳ συνέκρινε διαθήκῃ, ἀλλ᾽ ὅλην τὴν παλαιὰν διαθήκην τῇ νέᾳ, καὶ πρὸς ὅλην ἐκείνην ταύτης ἐδείκνυ τὴν ὑπεροχήν. 〈ἰδοὺ γάρ,〉 φησίν, 〈ἡμέραι ἔρχονται, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν〉 〈αὐτῶν,〉 καὶ πάλιν· 〈ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην.〉 καὶ ταῦτα εἰπὼν ἐπάγει· 〈εἶχε μὲν οὖν καὶ ἡ πρώτη.〉 ὥστε δῆλον ὅτι περὶ τῆς διαθήκης αὐτῷ ἔτι ὁ λόγος· ἐπεὶ γὰρ κατέβαλεν αὐτὴν τῇ πρὸς τὴν νέαν παραθέσει, ἵνα μή τις εἴπῃ ὅτι οὐκοῦν ἀεὶ ἀπόβλητος ἦν, προλαβών φησιν ὅτι εἶχε κἀκείνη 〈δικαιώματα λατρείας,〉 νόμους, φησί, καὶ τάξιν καὶ ἀκολουθίαν ἐμπρέπουσαν λατρείᾳ θεοῦ. εἰπὼν δὲ κατὰ γένος, ὅτι 〈εἶχε δικαιώματα λατρείας,〉 ἐπεξέρχεται καὶ κατὰ μέρος ἀρξάμενος ἀπὸ τῆς σκηνῆς· εἶχε, φησί, 〈τὸ ἅγιον κοσμικόν.〉 εἶτα μετὰ τὸ ἅγιον τὸ κοσμικὸν καὶ πᾶσι βατόν, εἶχε πάλιν ἑτέραν σκηνὴν προτεταγμένην τῆς μυστικωτέρας ἔτι καὶ ἁγιωτέρας σκηνῆς. καὶ ἐν μὲν τῇ προτεταγμένῃ ἥ 〈τε λυχνία καὶ ἡ πρόθεσις τῶν ἄρτων,〉 ἥτις σκηνὴ οὐ λέγεται 〈κοσμικὸν ἅγιον〉 ὥσπερ ἡ πασῶν σκηνὴ πρώτη, ἀλλ᾽ ἁπλῶς 〈ἅγια.〉 μετ᾽ ἐκείνην δὲ σκηνὴ ἡ ...