Gal 4,25 〈Τῇ νῦν Ἱερουσαλήμ,〉 οἷον τῇ ἐνταῦθα τῇ ἐπὶ γῆς, ὥστε τῆς ἄνω καὶ ἐλευθέρας ἄμφω διεστήκασιν.
Gal 5,16—17 〈Πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν. ἀντίκειται〉 ἡ ἀρετὴ τῇ κακίᾳ, ἵνα μὴ τῆς κακίας ἐρεθισάσης εὐθέως ὥσπερ ἀπόλυτον καὶ ἀχαλίνωτον καὶ ἐπὶ πρανοῦς φέρηται τὸ σαρκικὸν θέλημα πρὸς τὴν ἁμαρτίαν. πάλιν 〈ἀντίκειται〉 τῇ ἀρετῇ ἡ κακία, ἵνα μὴ τῆς ἀρετῆς ἡ ἐργασία ἀταλαίπωρος πάντη καὶ ἄμισθος εἴη, καὶ οἷον ἐκ φύσεως καὶ ἐξ ἀνάγκης ἡμῖν συγκεκληρωμένη, καὶ ὡς μόνῳ τῷ διανοηθῆναι κατορθουμένη χωρὶς σπουδῆς ἁπάσης καὶ ἀγωνίσματος. αὐτὸς δὲ συντόμως αὐτό φησιν· 〈ἵνα μὴ ἅπερ ἂν θέλητε, ταῦτα ποιῆτε.〉 μήτε τὰ κακά, φησίν, εὐχερῶς ὅλως καὶ ἀκωλύτως, μήτε τὰ ἀγαθὰ ῥᾳδίως πάντη καὶ ὀλιγώρως· τὰ γὰρ οὕτω πραττόμενα οὐδ᾽ ἀγαθὰ ἂν εἴη.