Jo 20, 17 〈Οὔπω〉 μὲν 〈ἀναβέβηκα,〉 ἀλλ᾽ οὖν ἐκεῖ σπεύδω, ὅτι δὲ οὐ σοὶ μόνῃ τοῦτο λέγω οὐδὲ σοὶ μόνῃ ἀπαγορεύω τὸ μηκέτι μοι προσιέναι ταπεινῶς καὶ ἀνθρωπίνως ὡς τὸ πρότερον καὶ ἐφίεσθαι ποδῶν ἅπτεσθαι καὶ μύρα κενοῦν καὶ ἀλείφειν κεφαλὴν καὶ πόδας καὶ εἴ τι τοιοῦτον, ἀλλὰ πᾶσιν αὐτὸ τοῦτο ἐντέλλομαι, σοὶ χρῶμαι διακόνῳ πρὸς τοὺς μαθητάς· 〈πορεύου〉 γάρ, φησίν, 〈καὶ εἰπὲ〉 τοῖς ἀδελφοῖς μου, ὅτι 〈ἀναβαίνω πρὸς τὸν πατέρα μου,〉 οἷον οὐδὲν ἔτι ταπεινὸν ὀφείλουσι καὶ ἀνθρωποπαθὲς οὐδ᾽ ἐκεῖνοι ὥσπερ πρότερον ἐννοεῖν περὶ ἐμοῦ· ἤδη γάρ, φησίν, καὶ ὑμῖν δείκνυμι εἰς τὴν πατρῴαν δόξαν καὶ τιμὴν ἀναγόμενος καὶ ἐκφαίνων ἐν ἐμαυτῷ τὴν πατρικὴν τῆς θεότητος οὐσίαν καὶ ἐξουσίαν ὁ μηδέποτε ταύτης ἐκστάς. ἐπεὶ οὖν ἐν τούτοις ἐμαυτὸν ἀνάγειν καὶ ἐκφαίνειν ἄρχομαι, εἰ καὶ μήπω τὸ πᾶν ἀπεκάλυψα, ἀλλ᾽ οὖν οὐ χρή σε ταπεινῶς καὶ ὡς τὸ πρότερον προσιέναι μοι· οὔπω μὲν 〈γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα,〉 ἀλλ᾽ οὖν 〈ἀναβαίνω.〉 πέμπει δὲ ταύτην εἰπεῖν καὶ τοῖς μαθηταῖς, ἅμα τε αὐτὴν δι᾽ ἐκείνων παραμυθούμενος, ὅτι οὐχ ὡς ἀναξίαν ἀπώσατο ἅψασθαι, ἀλλὰ τὸ δεσποτικὸν φυλάττων ἀξίωμα καὶ ὃ πρὸς πάντας ἔμελλεν ἐπιδείκνυσθαι κἀκείνους αὖ διὰ ταύτης εἰς ὑψηλοτέραν ἄγων ὑπόληψιν.