Mt 10, 38 «Ὅστις οὐ βαστάζει τὸν σταυρόν» μου, φησίν, 〈οὐκ ἔστιν μου ἄξιος〉· τοῦτ᾽ ἔστιν ὅστις τὸν ὑπὲρ ἐμοῦ θάνατον οὐκ ἀεὶ ἔχει ἐν τῇ ψυχῇ καὶ διηνεκῶς τοῦτον μελετᾷ, 〈οὐκ ἔστιν μου ἄξιος〉.
Mt 11, 7—10 Ἐπειδή τινας ἦν εἰκὸς τῶν ἐκ τοῦ πλήθους σκανδαλισθῆναι ἐπὶ τῇ ἐρωτήσει, ἣν προσήνεγκαν οἱ τοῦ Ἰωάννου μαθηταί, οὐκ ἄλλοθεν αὐτῶν τὸ σκάνδαλον, ἀλλ᾽ αὐτοῖς ἐκείνοις χρώμενος μάρτυσιν διαλύει. ὑμεῖς, φησίν, ἐπίστασθε, ἃ ἐμαρτύρει ὁ Ἰωάννης περὶ ἐμοῦ, καὶ ὑμεῖς τὸν ἄνδρα οἷός ἐστι θαυμαστὸς ἔργῳ ἐδείξατε ἐξελθόντες πρὸς αὐτὸν ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. ἐπεὶ οὖν ἅ τε μαρτυρεῖ οἴδατε καὶ τὸ ἀξιόπιστον αὐτοῦ ἔργῳ ὑμεῖς ἐμαρτυρήσατε, μὴ νομίσητε νυνὶ μεταβεβλῆσθαι αὐτὸν καὶ ἄλλα ἀντ᾽ ἐκείνων περὶ ἐμοῦ αὐτὸν ὑπονοεῖν ἢ λέγειν· ὡς γὰρ ἐπίπαν οἱ ἐξ ἀρετῆς ἐπὶ κακίαν καὶ ἐξ ἀληθείας εἰς ψεῦδος μεταβαλλόμενοι ἢ κουφότητι διανοίας ἢ δόξης καὶ χρημάτων ἐπιθυμίᾳ μεταβάλλονται, ἀλλὰ τὸν Ἰωάννην ὑμεῖς οὐδὲν τοιοῦτο ὑπενοήσατε· οὐ γὰρ ἂν 〈εἰς τὴν ἔρημον ἐξήλθετε〉, ἵνα κοῦφον ἄνθρωπον καὶ εὐμετάβολον καὶ ὥσπερ 〈κάλαμον〉 παντὶ ἀνέμῳ περιφερόμενον, [οὐκ ἂν ἐξήλθετε,] ἵνα ἴδητε, ἀλλ᾽ οὐδὲ κενόδοξον ἢ φιλοχρήματον· οἱ γὰρ τοιοῦτοι οὐ τὰς ἐρήμους, ἀλλὰ τὰς βασιλικὰς οἰκίας καταδιώκουσιν.