ηʹ. Εἰ προβάλλεται μὲν καὶ ὁ Υἱός, τὸ Πνεῦμα δὲ τῆς προβολῆς ἀπεστέρηται, καταδεεστέρας ἂν εἴη τοῦτο παρὰ τὸν Υἱὸν δυνάμεως, ὃ τῆς Μακεδονίου παραφροσύνης.
θʹ. Προφασίζονται δέ, ὅτι Ἀμβρόσιος οὕτως εἴρηκεν ἐν τοῖς περὶ αὐτοῦ λόγοις, ἔτι δ’ Αὐγουστῖνος καὶ Ἱερώνυμος· ὑπὲρ ὧν ἀπολογητέον, ὡς ἢ νενοθεύκασιν οἱ πνευματομάχοι τὰς τούτων συγγραφάς, ἢ κατ’ οἰκονομίαν ἴσως εἰρήκασιν, ᾗ καὶ ὁ μέγας Βασίλειος ἐχρήσατο, παρ’ ἑαυτῷ φυλάττων ἀπόρρητον μέχρι τινὸς τοῦ παναγίου Πνεύματος τὴν θεολογίαν· ἢ καὶ τῆς ἀκριβείας ὡς ἄνθρωποι παρεσύρησαν, ὃ πολλοὶ πεπόνθασι τῶν μεγάλων ἔν τισιν, ὡς ὁ Ἀλεξανδρείας Διονύσιος, καὶ Μεθόδιος ὁ Πατάρων, καὶ Πιέριος, καὶ Πάμφιλος, καὶ Θεόγνωστος, καὶ Εἰρηναῖος ὁ Λουγδούνων, καὶ Ἱππόλυτος ὁ αὐτοῦ μαθητής. Τινὰς γὰρ αὐτῶν ῥήσεις οὐκ ἀποδεχόμεθα, καίτοι τἄλλα σφόδρα θαυμάζοντες.