Τετάρτον, ὅτι μερισθέντες οἱ συνελθεῖν ὁμολογήσαντες ἀλλήλοις, οἱ μὲν τὴν Σαρδικήν, οἱ δὲ τοὺς Φιλίππους κατέλαβον, καὶ καταστασιάσαντες ἀλλήλων καθαιρέσεις καὶ ἀναθεματισμοὺς ἐψηφίζοντο.
Πέμπτον, ὅτι ἡ ἐν Καρθαγένῃ σύνοδος μικροῦ ἔτη δυοκαίδεκα εἰς ἀκρίβειαν ἐξαναλώσασα τῶν ζητουμένων, οὐ μόνον οὐδὲν αἰδέσιμον ἀπένειμε τῇ ἐν Σαρδικῇ, ἀλλ’ οὐδ’ ὅτι γέγονεν ἠξίωσεν εἰδέναι. εἰς δὲ τοὺς κανόνας ἐγκύψασα τῆς πρώτης συνόδου, γράφει ἀποτόμως πρὸς Κελεστῖνον, ἤδη γὰρ οὗτος τρίτος ἀπὸ Ζωσίμου τὸν θρόνον ἐχειρίζετο τῆς Ῥώμης, μηκέτι τολμᾶν τὸν ἀρχιερέα Ῥώμης τὰς ἑτέρων ἀναψηλαφᾶν ψήφους, ὡς μηδενὸς κανόνος τοῦτο κελεύοντος. καὶ ἡ ἐν Βενεθάλοις σύνοδος, πάλιν τοῖς τῆς πρώτης ἐξακολουθήσασα κανόσι, τοὺς μὲν ὑπὸ τὸν Ῥώμης ἐπισκόπους ταῖς ἐκείνου συνοδικαῖς ψήφοις ἐκέλευσεν ὑπείκειν, τοὺς δὲ ὑπὸ τὸν Ἀλεξανδρείας τοῦ σφῶν ἀρχιερέως, καὶ τοὺς ἄλλους ὁμοίως.