Κείμενον.
Εἰ δέ τις ἐν ἰδιωτικῷ οἴκῳ, προαστείῳ, ἢ χωρίῳ, ἱερὰν ἐκτελέσῃ λειτουργίαν, ἤ τισιν ἐκτελεῖν συγχωρήσῃ, ἢ δίχα κληρικῶν ἀφοριζομένων παρὰ τοῦ τῶν τόπων ἐπισκόπου, ὁ τόπος ἐν ᾧ τοῦτο γέγονεν ἐν εἰδήσει τοῦ δεσπότου προσκυροῦται τῇ ἐκκλησίᾳ διὰ τοῦ ἐπισκόπου, καὶ τοῦ οἰκονόμου, καὶ τοῦ ἄρχοντος κατὰ τὸ γʹ. διάτ. τοῦ βʹ. τίτ. τῶν νεαρῶν. Ἡ γὰρ στʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν εἶπεν αὐτὸν φισκοῦσθαι, καὶ ἡ ιεʹ. διάτ. τοῦ γʹ. τίτ. τοῦ αʹ. βιβλ. τοῦ κώδικος. Εἰ δὲ ἠγνόησε τὸ γινόμενον ὁ δεσπότης, οὐ ζημιοῦται, ἀλλ’ οἱ γινώσκοντες φροντισταί, καὶ μισθωταί, καὶ ἐμφυτευταί, ἐξορίζονται τῆς ἐπαρχίας, τῶν πραγμάτων αὐτῶν προσκυρουμένων τῇ ἐκκλησίᾳ, οἱ δὲ ὕπαρχοι ταῦτα *παρορῶντες* ἐν εἰδήσει νʹ. λίτρας ζημιοῦνται, καὶ ἡ τάξις νʹ. ἔξεστι μέν τοι τοῖς ἔχουσιν ἐν τοῖς οἴκοις αὐτῶν εὐκτήρια, εὔχεσθαι, οὐ μὴν καὶ λειτουργίας παρὰ τὰ εἰρημένα ποιεῖν.