Πῶς καὶ κατὰ τίνα τρόπον ἐχωρίσθησαν ἀφ’ ἡμῶν οἱ λατῖνοι καὶ ἐξεβλήθησαν τῶν πρωτείων καὶ τῶν διπτύχων.
Ἦν ἐν τῇ ἑβδόμῃ συνόδῳ Ἀδριανὸς πάπας Ῥώμης· καὶ μετ’ ἐκεῖνον Λέων, Στέφανος, Πασχάλιος, Εὐγένιος, Βαλεντῖνος, Γρηγόριος, Σέργιος, Λέων, Βενέδικτος, Παῦλος, Στέφανος, Νικόλαος ὁ ἐπὶ τοῦ Φωτίου, Ἀδριανός, Ἰωάννης, Μαρῖνος, Ἀδριανός, Στέφανος. Οὗτοι πάντες ἦσαν ὁμολογοῦντες τὴν ὁμολογίαν τοῦ ἁγίου συμβόλου, καθὼς καὶ παρεδόθη ὑπὸ τῆς πρώτης ἁγίας καὶ οἰκουμενικῆς συνόδου καὶ τῶν μετ’ αὐτὴν ἓξ ἁγίων καὶ οἰκουμενικῶν συνόδων· καὶ ἐκ τοῦ πατρὸς μόνου κηρύττοντες καὶ διατρανοῦντες ἐκπορεύεσθαι τὸ πανάγιον πνεῦμα, καθὼς καὶ αἱ λοιπαὶ ἅγιαι ἐκκλησίαι κατέχουσι μέχρι τῆς σήμερον, ἡ τῆς Κωνσταντινουπόλεως, ἡ τῶν Ἀλεξανδρέων, ἡ τῆς Ἀντιοχείας καὶ ἡ τῶν Ἱεροσολύμων.