τοσαύτῃ γὰρ φιλανθρωπίᾳ καὶ ἀπείρῳ ἀγαθότητι ὁ κύριος συγκατέβη τῷ ἀνθρωπίνῳ γένει, ὥστε μηδένα ἐᾶσαι ἀργὸν ἀπὸ τῆς ἀρετῆς ἢ ἀγαθοῦ ἔργου ἀπομεῖναι, ἀλλὰ ἑκάστῳ ἔδωκεν ἐργασίαν κατὰ τὴν δύναμιν τῆς προαιρέσεως αὐτοῦ, ἕλκων ἅπαντας μακροθύμως ὁσημέραι ἐπὶ τὰς μείζονας τῶν ἐντολῶν ἀρετάς. Ὃς ἐὰν ποτίσῃ, φησί, ποτήριον ψυχροῦ ὕδατος μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. ἴδε ἕως πόσου εὐκολότητα ἐντολῆς ὁ κύριος ἔδωκεν, ἵνα μή τις ἄμοιρος ὡσὰν ἀσθενὴς καὶ ἄτονος τὴν προαίρεσιν ἀπὸ τοῦ ἀγαθοῦ γένηται. καὶ πάλιν· 〈Ἐφ᾽ ὅσον〉 ἑνὶ τούτων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. μόνον ἵνα ᾖ τὸ γινόμενον κατὰ θεόν, καὶ μὴ κατὰ δόξαν ἀνθρώπων γίνηται· προσέθηκε γάρ· Μόνον εἰς ὄνομα μαθητοῦ, τουτέστι φόβῳ καὶ ἀγάπῃ τοῦ Χριστοῦ τὸ ἀγαθὸν ἔργον ἵνα γένηται. τοῖς γὰρ κατὰ δόξαν καὶ ἔπαινον ἀνθρώπων ἐπιδεικτικῶς ἀγαθόν τι πράττουσι μεμφόμενος ὁ κύριος ἀπόφασιν ἔδωκε· Πάντα, φησί, ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, καὶ διεξελθὼν ἐπάγει μεθ᾽ ὅρκου λέγων· Ἀμὴν ἀμὴν λέγω ὑμῖν· ἀπέχουσι τὸν μισθὸν αὐτῶν. διὸ παραγγέλλει τοῖς μαθηταῖς· Βλέπετε μὴ ποιήσητε τὴν ἐλεημοσύνην ὑμῶν ἢ τὴν νηστείαν ἢ τὴν εὐχὴν ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.