Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ὅτι τὸ πρὶν κύριος καὶ βασιλεὺς ὁ Ἀδὰμ κατασταθεὶς ἰδοὺ διὰ τὴν παράβασιν δοῦλος τῆς ἁμαρτίας γέγονε· σήμερον βασιλεύει τῶν ἐχθρῶν αὐτοῦ, Δεῖ γὰρ αὐτόν, φησί, βασιλεύειν· σήμερον Ἐστερέωσε τὴν οἰκουμένην, τὴν πρὶν ἔρημον ψυχὴν καὶ σαλευομένην καὶ τρέμουσαν, ἐν φόβῳ καὶ δειλίᾳ τῆς ἁμαρτίας κατεχομένην, Ἐν γὰρ τῇ κατάρᾳ, φησί, στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· ἐπειδὴ γὰρ ὁ οἶκος αὐτῆς ἐν ἄμμῳ ᾠκοδόμητο, ἐν σάλῳ καὶ τρόμῳ ἦν· σήμερον εἰς τὴν ἀσάλευτον πέτραν τῆς θεότητος ἡ οἰκία τῆς ψυχῆς ᾠκοδομήθη. χαίρουσιν ἄγγελοι, οὐρανοί, ἀστέρες, ἥλιος, σελήνη, ἡ γῆ, καὶ πάντα τὰ ἐν αὐτῇ, ὄρη καὶ βουνοὶ σκιρτῶσιν· εἰ γὰρ ἐν τῷ ἐξέρχεσθαι ἐκ τῆς Αἰγύπτου τὸν Ἰσραὴλ συνέχαιρε πάντα τὰ κτίσματα, οὐρανὸς σκέπων νέφει φωτὸς ἡμέρας, καὶ νυκτὸς ἐν στύλῳ πυρός, τὰ ὄρη ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων, πόσῳ μᾶλλον ἐπὶ τοῦ ἀληθινοῦ Χριστοῦ γεννηθέντος σήμερον.