παρακαλῶ οὖν μὴ ἐναπομείνωμεν τοῖς ἔξωθεν ἤθεσι καὶ σχήμασιν, «ναὸς θεοῦ» καθαρὸς γενώμεθα, ἀκούσωμεν τοῦ παραινοῦντος ἡμῖν· «ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ ἀμώμητα»· ἄμωμος γάρ ἐστιν ὁ μὴ ἐν καρδίᾳ ἀνομίας ἐργαζόμενος, ὁ μὴ ἔχων «σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων», ὁ εἰδὼς τί ἐστι· «πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν» καὶ οὐκ ἔξωθεν, ὁ ἀψευδῶς λέγων· «ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου», ὁ σημειωθεὶς ὑπὸ τοῦ προσώπου τοῦ Χριστοῦ, μᾶλλον δὲ ὁ ἐνεργηθείς, ὁ ἀγωνιζόμενος φθάσαι «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ», ὁ τὴν παρ᾽ ἀνθρώποις εὐδοξίαν ἀποφεύγων, μεταδιώκων δὲ τὴν ἀπὸ τοῦ θεοῦ δόξαν τὴν ἐνεργοῦσαν τῇ καθαρᾷ καρδίᾳ. ὥσπερ γὰρ ἐνεργεῖ τὸ ἀπαύγασμα τῆς δόξης τοῦ ἡλίου τούτου ταῖς σαρκικαῖς ὄψεσιν, οὕτως ἐνεργεῖ ἡ δόξα τοῦ ἁγίου πνεύματος τοῖς κατὰ τὸν ἔσω ἄνθρωπον καθαροῖς ὄμμασιν— ὥστε ὁ σπουδάζων διὰ τῶν κατορθωμάτων τοῦ ἔξω ἀνθρώπου καὶ τῆς ματαίας αὐτοῦ δυνάμεως δικαιωθῆναι τοιοῦτός ἐστιν ὡς ὁ «ζῆλον θεοῦ» ἔχων «ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν» ὡς ὁ ὀφείλων εἶναι διδάσκαλος κατὰ «τὸν χρόνον» καὶ «πάλιν» χρῄζων διδαχῆς, ὡς ὁ «στερεᾶς τροφῆς» καταξιοῦσθαι ὀφείλων, μετέχων δὲ «γάλακτος», ὡς ὁ ἀρξάμενος «πνεύματι, νῦν» δὲ «σαρκὶ» ἐπιτελῶν.