Ἐρώτησις. Διὰ τί οἱ μὴ ἔχοντες τὸ ἅγιον πνεῦμα ἐν ἑαυτοῖς οὐ δύνανται ἄρτιον καὶ ζωηρὸν ἀποδοῦναι λόγον;
Ἀπόκρισις. Ὥσπερ τὸ γεννώμενον παιδίον ἐκ τῆς μήτρας σῶα τὰ μέλη ἔχον ἐξέρχεται μὴ ἔχον σίνος εἰς τὸ σῶμα, οὕτω καὶ οἱ γεννηθέντες ἐκ τῆς μήτρας τοῦ πνεύματος κἂν ἐν σαρκὶ εἰς τὸν κόσμον τοῦτον φαίνωνται, ἀλλὰ τῷ πνεύματι διόλου εἰς τὸν ἐκεῖ κόσμον εἰσὶ σὺν τῷ κυρίῳ ἀναπεπαυμένοι, ὅθεν καὶ ἐγεννήθησαν, καὶ οὗτοι μόνοι δύνανται τέλειον λόγον παραδοῦναι τοῖς ἀδελφοῖς, ἔχοντες τὰ μέλη τοῦ πνεύματος τέλεια ἐν ἑαυτοῖς. εἰ δέ τινες ἐκεῖθεν οὐκ ἐγεννήθησαν, οὐ δύνανται λόγον πνευματικὸν παραδοῦναι, ἐπειδὴ οὐκ ἔχουσι ζῶν πνεῦμα, ὅπερ ὑπαγορεύει αὐτοῖς τὰ ἐπουράνια. ὥσπερ ἵνα ᾖ παιδίον ἐκ μήτρας γινόμενον ἐπίμωμον ἢ τυφλὸν ἀπὸ γενετῆς ἢ χωλόν, ὡς τέρας ἐστὶ καὶ σημεῖον τῷ κόσμῳ, οὕτως εἰσὶν οἱ σοφοὶ οἱ θέλοντες διερμηνευταὶ τῶν γραφῶν εἶναι μὴ ἔχοντες τὸ οὐράνιον πνεῦμα, μήτε κερασθέντες ἐν τῇ θεότητι ἐπίμωμοί εἰσι, μὴ ἔχοντες ὑγιῆ τὰ μέλη, ἀλλ᾽ ἐπιλήψιμον λόγον καὶ σαθρὸν παραδιδόντες. ὥσπερ ἵνα ᾖ νόμισμα, ὃ εἰς ἓν μέρος δοκεῖ ἔχειν χάραγμα, εἰς ἄλλο δὲ μέρος βεβλαμμένον ἐστὶ καὶ ἄχρηστον, οὕτως εἰσὶ καὶ οἱ ὄντες βεβλαμμένοι ὑπὸ τῆς ἁμαρτίας· ὑπὸ τοῦ νοὸς αὐτῶν ἤτοι τῆς σοφίας θέλουσι λαλεῖν τὰ ἐπουράνια, ὅθεν οὐκ ἐγεννήθησαν.