Ἐρώτησις. Οὐκοῦν ὁ θεὸς τρεπτός ἐστιν ἢ ἀσθενής, ὅτι τὸ πνεῦμα σβέννυται;
Ἀπόκρισις. Αὐτοὶ οἱ ἄνθρωποι οὐ συμφωνοῦσι τῇ χάριτι, ἀλλ᾽ ἐκτρέπονται καὶ πίπτουσιν εἰς μυρία κακά. τοῖς γὰρ γευσαμένοις ἐκείνης τῆς δωρεᾶς τὰ ἀμφότερα σύνεστι, χαρὰ καὶ παράκλησις, τρόμος καὶ φόβος καὶ πένθος. πενθοῦσι γὰρ ἑαυτοὺς καὶ ὅλον τὸν Ἀδάμ, ἐπειδὴ μία ἐστι φύσις ἀνθρώπων, καὶ τὰ δάκρυα τῶν τοιούτων ἄρτος ἐστὶ καὶ τὸ πένθος γλυκύτης καὶ ἀνάπαυσις. ἐὰν ἴδῃς τινὰ ἐπαιρόμενον καὶ τυφούμενον ὡς μέτοχον χάριτος, οὗτος ἐὰν καὶ σημεῖα ποιήσῃ καὶ νεκροὺς ἐγείρῃ, μὴ ἔχῃ δὲ τὴν ψυχὴν αὐτοῦ ἄτιμον καὶ ἐξουδενωμένην καὶ ᾖ πτωχὸς τῷ πνεύματι καὶ βδελυκτὸς παρ᾽ ἑαυτῷ, κλέπτεται ὑπὸ τῆς κακίας καὶ οὐκ οἶδε, καὶ εἰ σημεῖα ποιεῖ, οὐκ ἔστιν αὐτῷ πιστεῦσαι. τὸ γὰρ σημεῖον τοῦ Χριστιανισμοῦ τοῦτό ἐστι, τὸ ὄντα τινὰ μέγαν καὶ δόκιμον παρὰ θεῷ σπουδάζει λανθάνειν τοὺς ἀνθρώπους καί, εἰ ἔχει ὅλους τοὺς θησαυροὺς τοῦ βασιλέως, κρύπτειν ἑαυτὸν καὶ λέγειν, ὅτι “οὐκ εἰσὶν ἐμοί, ἄλλος μοι παρέθετο τὸν θησαυρόν, ἐγὼ πτωχός εἰμι, ὅτε θέλουσι λαμβάνουσιν αὐτὸν ἀπ᾽ ἐμοῦ.„ εἰ δέ τις λέγει· “πλούσιός εἰμι, ἀρκεῖ, ἐκτησάμην, οὐ χρῄζω„, οὗτος οὐκ ἔστι Χριστιανός, ἀλλὰ σκεῦος ἐστι τῆς πλάνης καὶ τοῦ διαβόλου.