μόνον τις ἀγωνισάσθω φίλος καὶ εὐάρεστος αὐτῷ γενέσθαι, καὶ αὐτῇ πείρᾳ καὶ αἰσθήσει ὄψεται ἀλάλητα ἀγαθὰ ἐπουράνια καὶ τρυφὴν ἀνέκφραστον καὶ πλοῦτον ἄπειρον θεότητος, ἀληθῶς «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», ὅσα τὸ πνεῦμα τοῦ κυρίου γίνεται εἰς ἀνάπαυσιν καὶ ἀγαλλίασιν καὶ τρυφὴν καὶ ζωὴν αἰώνιον τῆς ἀξίας ψυχῆς. σωματοποιεῖ γὰρ ἑαυτὸν καὶ εἰς βρῶσιν πνευματικὴν καὶ ἐνδύματα καὶ κάλλη ἀλάλητα, ἵνα ἀναπαύσῃ ἀνεκλαλήτως καὶ ἀφράστως καὶ ἐμπλήσῃ εὐφροσύνης πνευματικῆς τὴν ἀξίαν καὶ πιστὴν ψυχήν, ὥς φησιν ὁ κύριος· «ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα», καί· «ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς», καί· «ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον», «καὶ πάντες (φησὶ) τὸ αὐτὸ πνεῦμα ἐφωτίσθημεν». καὶ οὕτως ἑκάστῳ τῶν ἁγίων ὤφθη ὡς ἠθέλησε καὶ ὡς συνέφερεν, οἷον ἄλλως τῷ Ἀβραάμ, ἄλλως τῷ Ἰσαάκ, ἄλλως τῷ Ἰακώβ, ἄλλως τῷ Νῶε, τῷ Δανιήλ, τῷ Δαβίδ, τῷ Σολομῶντι, τῷ Ἰωσήφ, ἑκάστῳ τῶν ἁγίων προφητῶν, τῷ Ἠσαΐᾳ, τῷ Ἰερεμίᾳ, τῷ Ἠλίᾳ, ἄλλως τῷ Μωϋσῇ. καὶ ἐγὼ νομίζω, ὅτι κατὰ πᾶσαν ὥραν Μωϋσῆς εἰς ἐκείνην τὴν πνευματικὴν τράπεζαν εἰσερχόμενος ἐνετρύφα καὶ ἀπήλαυεν ἐν τῷ ὄρει ἐν τῇ διὰ τεσσαράκοντα ἡμερῶν νηστείᾳ.