Ἐρώτησις. Ἀλλ᾽ ἐπειδή εἰσι φυσικοὶ καρποὶ ὅμοιοι τούτων, ἀγάπη, πίστις, εὐχή, διάκρινον ἡμῖν, πῶς ἐστι τὰ φυσικά, καὶ πῶς ἐστι τὰ τοῦ ἁγίου πνεύματος;
Ἀπόκρισις. Τὰ σὰ ἃ ποιεῖς, καλὰ μέν ἐστι καὶ τῷ θεῷ εὐπρόσδεκτα ἀλλ᾽ οὐκ ἔστι καθαρά. οἷον ἀγαπᾷς σὺ τὸν θεόν, ἀλλ᾽ ἡ σὴ ἀγάπη τρεπτή ἐστιν· ἔρχεται ὁ θεός, δίδωσί σοι ἀγάπην ἄτρεπτον, ἐπουράνιον. εὔχῃ σὺ τὸ φυσικὸν μετὰ τοῦ ῥέμβεσθαι καὶ διαλογίζεσθαι· δίδωσί σοι ὁ θεὸς τὴν καθαρὰν εὐχὴν «ἐν πνεύματι καὶ ἀληθείᾳ». 〈πλὴν〉 ὡς ἐπὶ τὸ πλεῖστον ἡ γῆ ἀφ᾽ ἑαυτῆς ἐκφέρει ἀκάνθας, καὶ ὁ γεωργὸς σκάπτει, ἐργάζεται ἐπιμελῶς, βάλλει σπόρον, καὶ αἱ ἀκάνθαι μὴ σπειρόμεναι ἀναφύονται καὶ πληθύνουσι. μετὰ γὰρ τὴν παράβασιν ἐρρέθη· «ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι» ἡ γῆ. πάλιν ὁ γεωργὸς ἐμπονεῖ τῇ γῇ, ἀνασκάπτει τὰς ἀκάνθας, καὶ αὐταὶ ἔτι πληθύνουσιν. ἀνάλαβε τοῦτο πνευματικῶς. μετὰ γὰρ τὴν παράβασιν ἐκφέρει ἡ γῆ τῆς καρδίας ἀκάνθας καὶ τριβόλους, ἐργάζεται ὁ γεωργός, ἐμπονεῖ, καὶ ἔτι αἱ ἀκάνθαι τῶν ἀκαθάρτων πνευμάτων ἐγείρονται. εἶτα αὐτὸ «τὸ πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ» τῶν ἀνθρώπων, καὶ βάλλει ὁ κύριος ἐν αὐτῇ τῇ γῇ σπόρον ἐπουράνιον, ἐργάζεται αὐτήν, καὶ πέσοντος τοῦ σπόρου αἱ τρίβολοι καὶ αἱ ἀκάνθαι ἀναφύονται.