Ὥσπερ ἐστὶν ὁ ὀφθαλμὸς μικρὸς παρὰ ὅλα τὰ μέλη καὶ αὐτὴ ἡ κόρη 〈μικρὰ οὖσα μέγα ἐστὶν σκεῦος, βλέπει γὰρ ὑφ᾽ ἓν οὐρανὸν ἀστέρας, ἥλιον, σελήνην, πόλεις καὶ ἄλλα κτίσματα· ὁμοίως καὶ αὐτὰ τὰ ὁρώμενα ὑπὸ τὸ ἕν, εἰς τὴν μικρὰν κόρην τοῦ ὀφθαλμοῦ ἐνμορφοῦται καὶ ἐνεικονίζεται, —οὕτως ἐστὶν καὶ ὁ νοῦς εἰς τὴν καρδίαν. καὶ αὐτὴ ἡ καρδία〉 μικρόν τι σκεῦός ἐστιν, καὶ ἐκεῖ οἱ λέοντες, ἐκεῖ οἱ δράκοντες, ἐκεῖ φωλεύει τὰ πνεύματα τῆς πλάνης, ἐκεῖ τὰ ἰοβόλα θηρία καὶ 〈ὅλοι〉 οἱ θησαυροὶ τῆς κακίας, ἐκεῖ αἱ τραχύτητες, ἐκεῖ αἱ φάραγγες, ἐκεῖ αἱ ἀνώμαλοι ὁδοί, ὁμοίως πάλιν ὅταν φωτισθῇ, ἐκεῖ ὁ θεός, ἐκεῖ οἱ ἄγγελοι, ἐκεῖ ἡ ζωή, ἐκεῖ τὸ φῶς, ἐκεῖ αἱ πόλεις αἱ οὐράνιαι, ἐκεῖ οἱ ἀπόστολοι, ἐκεῖ οἱ θησαυροὶ τῆς βασιλείας, ἐκεῖ 〈τὰ〉 πάντα ἐστίν.