ΑΒΓΔΕΖΗΘΙΚΛΜΝΞΟΠΡΣΤΥΦΧΨΩ
Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει ἐν τῇ σκηνῆ τοῦ <Ἰω>σὴφ σπουδῇ ἐπέστη ὁ ἀσώματος λέγων τῇ ἀπειρογάμῳ· ”Ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανοὺς χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί· ὃν καὶ βλέπων ἐν μήτρᾳ σου λαβόντα δούλου μορφὴν ἐξίσταμαι κραυγάζων σοι· |‘Χαῖρε, νύμφη ἀνύμφευτε.’“: [Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια ἀναγράφω σοι ἡ πόλις σου, θεοτόκε· ἀλλ᾽ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· |”Χαῖρε, νύμφη ἀνύμφευτε“.:] [Οὐ παυόμεθα κατὰ χρέος ἀνυμνοῦντες σε, θεοτόκε, καὶ λέγοντες· |”Χαῖρε, ἡ κεχαριτωμένη“.:] Ἄγγελος πρωτοστάτης οὐρανόθεν ἐπέμφθη εἰπεῖν τῇ θεοτόκῳ τὸ ”χαῖρε“· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ σωματούμενόν σε θεωρῶν, κύριε, ἐξίστατο καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα· ”Χαῖρε, δι᾽ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι᾽ ἧς ἡ ἀρὰ ἐκλείψει· χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις· χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς· χαῖρε, ὅτι ὑπάρχεις βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα· χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως· χαῖρε, δι᾽ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι᾽ ἧς προσκυνεῖται ὁ πλάστης· |χαῖρε, νύμφη ἀνύμφευτε“.: