Τὸ ἐγκώμιον
Ἄλλοι μὲν ἄλλως τοὺς ἁγίους τιμάτωσαν, πολυμερῶς αὐτῶν τὰς δωρεὰς θριαμβεύοντες, καὶ τὰς εὐεργεσίας πολυτρόπως κηρύττοντες· οἱ μὲν νεῶν ὑψηλῶν ἀναστήμασιν, οἱ δὲ ποικίλων μαρμάρων κοσμήσεσιν, ἄλλοι δὲ χρυσαυγῶν ψηφίδων συνθέσεσιν, ἕτεροι φαιδροῖς ζωγράφων τεχνάσμασιν, καὶ χρυσοῦ ἄλλοι καὶ ἀργύρου ἀναθήμασιν, ἕτεροι δὲ τοῖς ἐκ σηρικῶν καὶ βομβύκων ὑφάσμασιν· καὶ ἅπαξ ἁπλῶς ἅπαντες ἐπὶ τὴν τῶν μαρτύρων τιμὴν ἁμιλλάσθωσαν, ὡς ἑκάστου εὐπορία ἐστὶν καὶ ἡ βούλησις· καὶ ἀλλήλους ἐν τούτοις νικᾷν ἐφιέσθωσαν, τὴν πρὸς τοὺς ἁγίους ἐνοῦσαν αὐτοῖς στοργὴν ἐνδεικνύμενοι· καὶ κομιούμενοι ἀντὶ μὲν τῶν φθαρτῶν τὰ ἀμάραντα, ἀντὶ δὲ τῶν προσκαίρων τὰ τέλος οὐκ ἔχοντα· τοιούτοις γὰρ αὐτῶν οἱ θεσπέσιοι τοὺς ἐραστὰς ἀμείβεσθαι τοῖς δώροις εἰώθασιν. Ἡμεῖς δὲ οἷς λόγος ἐστὶν τῶν γηΐνων ὑλῶν τιμαλφέστερος, ἅτε μὴ μόνης ἐκ γλώττης ὑλώδους, ἀλλὰ καὶ πνεύματος προχεόμενος, καὶ αὐτὸς δὲ διὰ τὸν ῥευστὸν καὶ λυόμενον ἀμελούμενος, τούτῳ τοὺς ἁγίους τιμήσωμεν, ᾧ καὶ μάλιστα χαίρειν τοὺς μάρτυρας πείθομαι, ὡς Λόγου Θεοῦ χρηματίσαντας κήρυκας, ἄξιον μὲν οὐδὲν τῆς αὐτῶν πανηγύρεως ἔχοντι, πολὺ δὲ τούτων λειπομένῳ τῆς χάριτος, αἰτοῦντες καὶ τοῦτον ἡμῖν ἐν ἀνοίξει διδόναι τοῦ στόματος, καὶ προσηνῶς ὡς οἰκεῖον δέξασθαι πρὸς ἡμῶν αὐτοῖς προσφερόμενον.