ΛΗʹ. Οὐκ ἀπιστῶ γοῦν Θεοῦ τῷ προστάγματι· ἐργάτης γὰρ ἀναδείκνυται πάντων, ὧν ἐργάσασθαι θελήσειεν.
Ἀλλὰ θαυμάζω τῶν λεγομένων τὴν δύναμιν, καὶ τούτων ἐκπλήττομαι τὸ παράδοξον ὁμοῦ καὶ παράξενον, καὶ ἀκοαῖς ἀνθρώπων ἀσύνηθες· καὶ ζητῶ δικαίως, πῶς τοῦτο γενήσεται, ἢ τρόπον ὁποῖον ἕξει τὴν πλήρωσιν. Ὅθεν οὐδὲ ποιουμένη πρὸς σὲ τὴν ἀπόκρισιν, Οὐκ ἔσται μοι τοῦτο, καθὼς ἔφησας, ἔφησα, «ἐπεὶ ἄνδρα οὐ γινώσκω,» ἀλλὰ, «Πῶς ἔσται μοι τοῦτο,» σὲ προσηρώτησα, «ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Οὐδὲ γὰρ γέγονε πώποτε, οὐδὲ παρθένος ὁρᾶται γεννήσασα· διὸ τὸν τρόπον μαθεῖν ἐπεζήτησα, καθ’ ὃν ἐγὼ μήτηρ παρθένος γενήσομαι, καὶ τέξω παῖδα, παιδὸς μὴ δεξαμένη σπορὰν καὶ γεννήματος. Καὶ διὰ τοῦτό σε πάλιν ἐρωτῶσά φημι σωφρονέστατα· «Καὶ πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Οὐ γὰρ ἀπιστίας ῥήματα προφέρομαι, ἀλλ’ ἀκριβείας ζητῶ τὴν ἀπόδειξιν. Τὸν τρόπον εἰπὲ τῆς συλλήψεως, καὶ τῆς γεννήσεως τὴν αἰτίαν ἑρμήνευσον, καὶ ἕξεις μὲ οὐκ ἀπιστοῦσαν τοῖς ῥήμασιν, ἀλλὰ πειθαρχοῦσαν τοῖς φθέγμασι.