οϛʹ Ὁ ἔξω γεγονὼς τοῦ κόσμου παντὸς ὡς ἐν ἐρήμῳ ἀβάτῳ καὶ μεστῇ θηρίων ὄντα κατανοεῖ ἑαυτόν.
Ὅθεν φόβῳ ἀρρήτῳ καὶ τρόμῳ ἀνεκδιηγήτῳ συνεχόμενος, βοᾷ πρὸς τὸν Θεόν, ὡς μὲν Ἰωνᾶς, ἐκ τοῦ κήτους καὶ τῆς θαλάσσης τοῦ βίου, ὡς δὲ Δανιήλ, ἐκ τοῦ λάκκου τῶν ἀγρίων παθῶν καὶ λεόντων, ὡς δὲ οἱ τρεῖς παῖδες, ἐκ τῆς καμίνου τοῦ ἐμφύτου τῆς ἐπιθυμίας πυρὸς τῆς καιομένης, ὡς δὲ Μανασσῆς, ἐκ τοῦ χαλκουργήματος τοῦ πηλίνου τούτου καὶ θνητοῦ σώματος. Οὗ καὶ εἰσακούων ὁ Κύριος, ῥύεται αὐτὸν ἐκ τοῦ βυθοῦ τῆς ἀγνοίας καὶ τῆς φιλίας τοῦ κόσμου, καθάπερ τὸν προφήτην ἐκ τοῦ κήτους ἐκεῖνον, τοῦ μηκέτι παλινοστῆσαι πρὸς ταῦτα· ῥύεται αὐτὸν ἐκ τοῦ λάκκου τῶν πονηρῶν λογισμῶν τῆς ἐπιθυμίας, τῶν ἁρπαζόντων καὶ κατεσθιόντων τὰς τῶν ἀνθρώπων ψυχάς, ὡς τὸν Δανιήλ· ἀπὸ τῶν ἐμπαθῶν προλήψεων τοῦ πυρός, τοῦ καταφλέγοντος καὶ λυμαινομένου αὐτοῦ τὴν ψυχὴν καὶ πρὸς πράξεις ἀτόπους βίᾳ συνωθοῦντος καὶ ἕλκοντος, φυλάττει αὐτὸν ἀκατάφλεκτον, τῷ ἁγίῳ Πνεύματι δροσίζων αὐτοῦ τὴν ψυχήν, ὡς τοὺς Ἰσραηλίτας ἐκείνους· καὶ ἀπὸ τῆς γεώδους ταύτης καὶ βαρείας καὶ ἐμπαθεστάτης σαρκὸς ἀταπείνωτον διατηρήσας καὶ ἄπτωτον, υἱὸν φωτὸς καὶ ἡμέρας αὐτὸν ἀπεργάζεται καὶ τῆς ἀθανασίας ἔνθεν ἤδη ἀπογεύει αὐτόν.