ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΠΡΟΣΚΥΝΗΣΙΝ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ, ΕΝ Τῌ ΜΕΣΟΝΗΣΤΙΜῼ.
Ἀγαλλιάσεως καὶ εὐφροσύνης ἡμέρα, ὅτι τὸ σημεῖον τῆς χαρᾶς πάρεστιν· αἰνέσεως καὶ ἐξομολογήσεως χορεία, ὅτι τὸ πανάγιον ξύλον ἐμφανίζεται. Βαβαὶ τοῦ ὑπερτίμου δώρου! Εὖγε οἵα τῆς ὄψεως ὡραιότης! οὐ σύμμικτόν τινα καλοῦ τε καὶ κακοῦ ἔμφασιν ἔχουσα, ὡς τὸ πρὶν ἐν Ἐδὲμ ξύλον, ἀλλ’ ὅλον ὡραῖόν τε καὶ καλὸν καὶ ὁρώμενον καὶ μεταλαμβανόμενον. Ξύλον γάρ ἐστι ζωοποιοῦν, οὐ θανατοῦν· φωτίζον, οὐκ ἀμαυροῦν· εἰσοικίζον, οὐκ ἀποικίζον τῆς Ἐδέμ· ξύλον ἐκεῖνο, ἐν ᾧ Χριστὸς ἐπιβάς, ὥσπερ βασιλεὺς ἐπὶ τεθρίππου, τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου τὸν διάβολον ὤλεσεν, ἀπαλλάξας τῆς τοῦ τυράννου δουλείας τὸ ἀνθρώπινον γένος· ξύλον ἐκεῖνο, ἐν ᾧ ὁ Δεσπότης καθάπερ ἀριστεὺς πληγεὶς ἐν πολέμῳ, χεῖράς τε καὶ πόδας σὺν πλευρᾷ τῇ θεοσώμῳ, ἰάσατο μωλώπων ἁμαρτίας, τὴν ὑπὸ τοῦ πονηροῦ δράκοντος τραυματισθεῖσαν ἡμῶν φύσιν· καὶ εἰ δεῖ προσθεῖναι τὸν ὕμνον, ξύλον ἐκεῖνο, ἐν ᾧ τὸ Δεσποτικὸν ῥυὲν αἷμα, ἐνίησι δύναμιν ἀμαχωτάτην, ὑφ’ ἧς φλέγονται δαίμονες, καὶ κόσμος φωτίζεται.