Ὁρᾷς ὅση δύναμις ἐν τῷ τύπῳ τοῦ σταυροῦ, ὦ βέλτιστε; Εἰ δὲ δεῦρο τοσαύτη, πόση δ’ ἂν εἶεν ἐν τῷ τύπῳ τοῦ ἐσταυρωμένου Χριστοῦ; δῆλον γὰρ ὅτι, καθ’ ὅσον προφερέστερα τὰ πρωτότυπα, κατὰ τοσοῦτον καὶ τὰ παράγωγα προὐργιαίτερα. Καὶ τίς, φησίν, ἐν τοῖς προειρημένοις ὑποδεδήλωται τύπος Χριστοῦ, συνιέναι ζητῶ. Αὐτοὶ δέ, φημί, οἱ τυποῦντες τὸν σταυρόν. Ὡς γὰρ ἡ τῶν τοῦ Μωσέως χειρῶν ἔκτασις ἐτύπου σταυρόν, οὕτως αὐτὸς δὴ Μωσῆς ἐσταυρωμένον Χριστόν, τροπούμενον τὸν ἀόρατον Ἀμαλήκ, κἀν τοῖς ἄλλοις παραδείγμασι τοῦθ’ ὑποληπτέον, συνεκφαινομένου θατέρου τύπου θατέρῳ. Ἀλλ’ ἐκεῖ, φησίν, ἔμψυχος ὁ τύπος. Τί δὲ περὶ ἀψύχου σοι ὁ λόγος; Ὅτι κἀπὶ τοῦ σταυρικοῦ τύπου, ὅταν ἄψυχον τὸ ὁρώμενον, ἐφ’ ὃ καὶ περὶ ὃ τὸ τεράστιον, ὅμως παραπλησίως τῇ σταυροειδεῖ εἰκόνι συνεκφαινομένῃ, ἔν τε ἐμψύχοις καὶ ἀψύχοις ἡ χριστοειδὴς εἰκὼν τερατουργεῖν εἴωθεν, ὡς ἐν αὑτῇ ἔχουσα τήν τε μορφὴν καὶ τὸ εἶδος τοῦ ἀρχετύπου, καὶ τοσοῦτον ταυτιζομένη τῇ τε τιμῇ καὶ προσκυνήσει, ὅσον καὶ κατὰ τοὔνομα, παντί που δῆλον.