ΛΟΓΟΣ ΟΑʹ. Θεὸν φοβεῖσθαι, καὶ φυλάττειν ἃ λέγει.
ΑΔΕΛΦΟΙ ΚΑΙ ΠΑΤΕΡΕΣ ΚΑΙ ΤΕΚΝΑ, Ἐφ’ ὅσον εἰμὶ ἀναξίως ἐφιστάμενος ὑμῖν, οἱονεὶ ἀμπελῶνι κυρίου, χρεὼν κατὰ πᾶσαν ἡμέραν σχεδὸν εἰπεῖν οὐ μόνον ἐπισκέπτεσθαι· ἀλλὰ καὶ ποτίζειν καὶ περικαθαίρειν διὰ τῆς τοῦ λόγου ἀρδείας τε καὶ γεωργίας, εἴπερ καὶ δυναίμην ἐν τῇ ἀμαθείᾳ μου. Χαίρει δὲ ὁ γεωργὸς, ὅταν ὁρᾷ εὐκληματοῦσαν τὴν ἄμπελον· χαίρω κᾀγὼ ὁ ἁμαρτωλὸς ἐπειδὰν ἴδοιμι, ὅτι καρποφορεῖ τίς ἐν ὑμῖν. Εὐλογημένον τοίνυν τὸ κλῆμα τὸ καρποφόρον, καὶ κατάκομον τῶν πνευματικῶν βοτρύων, τῶν ἐκβλυζόντων οἶνον κατανύξεως, καὶ εὐφραινόντων πρῶτον μὲν θεὸν, ἔπειτα καὶ τὴν ἐμὴν ταπείνωσιν. Πρὸς γὰρ ταύτην ὁ θεὸς, ἐκεῖνο τὸ τοῦ Δαβὶδ ἀνακράζει· Αὕτη ἡ ἄμπελος, ἣν ἐφύτευσεν ἡ δεξιά μου. Κατάρας δὲ ἄξιον τὸ ἄκαρπον καὶ ἀποξηραινόμενον τῆς πιότητος τῶν ἀγαθῶν πράξεων· καὶ τάχα ἐκεῖνο ἀκούσει· εἴπερ καὶ πτοεῖται· τὸ ἄνωθεν διὰ τοῦ προφήτου Μωϋσέως ὡς ἐκ προσώπου τοῦ θεοῦ εἰρημένον. Ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας, ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν. Μὴ γένοιτο δὲ ταῦτα ἔν τινι ὑμῶν ῥηθῆναι· ἀπειλὴ γὰρ φοβερὰ ἀνατείνεται ἐν τοῖς εὐαγγελίοις καθὼς Ἰωάννης γράφει, τόδε φάσκουσα· Ὅτι πᾶν κλῆμα μὴ ποιοῦν καρπὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται ἀτελεύτητον.