Οὐ γὰρ ἔχομέν τι ἐξ αὐτῶν, τὸ γὰρ μὴ οὕτω λογίζεσθαι φέρει τὴν πτῶσιν.
Μετὰ ταπεινώσεως κατέχωμεν καὶ κοινωφελῆ ποιώμεθα, ἐφόδια οὐ μᾶλλον δι’ ἑαυτοὺς, ἢ διὰ τοὺς πλησίον λογιζόμενοι λαβεῖν ἡμᾶς παρὰ θεοῦ. Ὁ γὰρ οὕτως ὑπολαμβάνων θεόσωστός ἐστι, ἄπτωτος, περικαλλὴς, ἀμφικαλλὴς, πειθήνιος, ἐράσμιος, χρησιμώτατος τῷ ἰόντι, στόμα τῶν βραδυγλώσσων, γλῶσσα τῶν ἀγροικοτέρων, ψαλμὸς τῶν ἀφωνοτέρων, μέλος τῶν ἀμελουργοτέρων, λέξις τῶν ἀμαθεστέρων, χεὶρ εὐφυὴς τῶν ἀφυεστέρων, διοίκησις τῶν ἀπειροτέρων, φρόνησις τῶν ἀπλουστέρων, γνῶσις καὶ παίδευσις τῶν ἐλλιμπανομένων.