Τίς ἐδυνάμωσεν ἡμᾶς φυγεῖν ὕλην καὶ σάρκα καὶ τοῖς ἄνω συναρμοσθῆναι διὰ τῆς παρθενίας καὶ ἀφθόρους καὶ ἀμνοὺς διαμένειν κατὰ τοὺς ἀγγέλους;
Ταῦτα τοίνυν τὰ ἡμέτερα, ὦ ἀδελφοὶ, ἐγκαυχήματα, ἃ ὁ θιὸς ἐδωρήσατο ἡμῖν ἀγαπήσασιν αὐτὸν καὶ ποθήσασι τὰ μέλλοντα, φῶς ἀπρόσιτον, δόξαν αἰωνίαν, χαρὰν ἀνεκλάλητον, εὐφροσύνην ἀδιάλειπτον κληρονομίαν αἰώνιον, βασιλείαν οὐράνιον, χοροστασίαν ἀκατάλυτον, θεωρίαν τρισμακάριστον, πλουτῶν ἄῤῥευστον, πᾶν εἴτι καλὸν καὶ τερπνὸν τῶν τοῖς ἁγίοις ἀγγέλοις καὶ μακαρίοις ἀπ’ αἰῶνος πατράσιν ἀπηγγελμένων. Ἐπεὶ οὖν ταῦτα οὕτως, βλέπωμεν καὶ προσέχωμεν μήποτε ἀνθαιρώμεθα τὰ ἐναντία, καὶ φθάσωμεν κατόπιν τῶν βιωτικῶν διαζόντων. Διὸ ἁγνίσωμεν ἑαυτοὺς ἔτι καὶ φροντίσωμεν ἀπὸ νοὸς καὶ αἵματος καὶ καρδίας καὶ σώματος, καὶ μηδόλως δῶμεν παῤῥησίαν τῷ δαίμονι· λόγος λόγον καταπιάζει, καὶ βλέμμα σκαμβάζει, βλέμμα, καὶ ἀμέλεια ἀμέλειαν περιέπει, καὶ κατὰ μικρὸν μικρὸν γωνιάζοντες καὶ ἰδιάζοντες καὶ ὡς νυκτικόρακες εὑρισκόμενοι ἀποκύομεν τὸν τῆς ἁμαρτίας θάνατον. Μὴ οὖν, τέκνα, οὕτως μὴ, δέομαι καὶ ἀντιβολῶ, προσέχετε ἀπ’ ἀλλήλων· ἐκ τοῦ πλησίον καὶ ἡ ζωὴ καὶ ὁ θάνατος κατὰ τὸν εἴποντα ἐλεεινὸν τὸ βάραθρον τοῦ αἰωνίου πυρὸς τὸ ἀνταπόδομα.