ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΘΕΟΔΩΡΟΥ ΗΓΟΥΜΕΝΟΥ ΤΩΝ ΣΤΟΥΔΙΟΥ, ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΩΤΟΣ ΚΑΤΑ ΕΙΚΟΝΟΜΑΧΩΝ
Καιρὸς τοῦ λαλεῖν, ἀλλ’ οὐ τοῦ σιγᾶν ἐστι τῷ ὁπωσοῦν δυναμένῳ· ἐπειδάν τις αἵρεσις ἐνίσταται καθυλακτοῦσα τῆς ἀληθείας, καὶ πτόησιν ταῖς ἀστηρίκτοις ψυχαῖς ἐνιζάνουσα διὰ τῆς κενοφωνίας. Δύο γὰρ ταῦτα δράσειέ πως ὁ λέγων· τόν τε οἰκεῖον νοῦν ἐρείδοι εὖ μάλα, τὰς συστατικὰς ἀποδείξεις περὶ τῆς προκειμένης ὑποθέσεως ἀνελιττόμενος καὶ συμφορίζων· τοῖς τε ἄλλοις μεταδοίη τῶν πορισμάτων, εἴπερ τινὲς ἄρα τὰς ἀκοὰς ὑποθοῖντο. Τοιγαροῦν κἀγὼ ὁ πενιχρὸς ἀμφοτέρωθεν, ταῖς πατρικαῖς εὐχαῖς τε καὶ παρορμήσεσι θαῤῥήσας, τὴν ἐμαυτοῦ ὑπόληψιν ὡς οἷόν τέ ἐστιν, ἐπιδεῖξαι πειράσομαι. Κρεῖσσον γάρ. φησί, τὸ κατὰ δύναμιν εἰσενεγκεῖν, ἢ τὸ πᾶν ἐλλιπεῖν, ἡ θεολόγος γλῶττα· ἄλλως τε καὶ διὰ τὸ μὴ ἀποχρώντως ἐν τῷ πονηθέντι μοι Στηλιτευτικῷ ταύτην ἐπεξιέναι. Ἤδη δὲ προβληθήσεται ὁ λόγος κατὰ ἀντίθεσιν τοῦ τε οἰκείου δόγματος, καὶ τοῦ ἀλλοτρίου· ὡς ἂν διὰ τῆς παραθέσεως καθάπερ ἐπὶ ἐκλογῆς τινος, ἀπὸ τοῦ δοκίμου καὶ ἀκιβδήλου τῆς ἀληθείας χαρακτῆρος, ὁ παρακεχαραγμένος καὶ δεδολιευμένος τῆς ἀσεβείας τύπος ἐκρίπτοιτο. Ἀλλὰ Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Εἴπερ θέμις κἀμοὶ τῷ ἀναξίῳ φράζειν ἀρχομένῳ τοῦ λόγου.