ΙΑʹ. Τί τοίνυν τὸ δεδειγμένον; εἰκὼν Χριστοῦ, ἢ Χριστός, καὶ οὐ τὰ δύο· οὐ γὰρ ταὐτὸν σκιὰ καὶ ἀλήθεια. Καὶ πῶς λεκτέον ἐν ἑκατέρῳ ἑκάτερα. ἢ θάτερον; καὶ τὸ ἄτοπον προφανές.
Οὐκ ἄν ποτε μανείη ἄν τις τοσοῦτον, σκιὰν καὶ ἀλήθειαν, φύσιν καὶ θέσιν, ἀρχέτυπον καὶ παράγωγον, αἴτιόν τε καὶ αἰτιατόν, ταὐτὸν ὑπολαμβάνειν κατ’ οὐσίαν, καὶ λέγειν ἐν ἑκατέρῳ ἑκάτερα, ἢ θάτερον· ὡς ἂν Χριστὸν καὶ αὐτοῦ τὴν εἰκόνα ἓν κατὰ τοῦτο ὑπολήψεσθαι ἢ φράζειν· ἀλλὰ ἄλλο Χριστόν, καὶ ἄλλο εἰκόνα Χριστοῦ κατὰ φύσιν· εἰ καὶ ἡ ταυτότης κατὰ τὸ ἀμερὲς τῆς κλήσεως. Καὶ ὅτε μὲν πρὸς τὴν τῆς εἰκόνος φύσιν ἀπίδοι, οὐ Χριστὸν μόνον, ἀλλ’ οὐδὲ εἰκόνα Χριστοῦ εἴποι ἂν τὸ ὁρώμενον. Ἔστι γὰρ τυχὸν ξύλον, ἢ χρῶμα, ἢ χρυσός, ἢ ἄργυρος, ἤ τι τῶν διαφόρων ὑλῶν ὃ καὶ λέγεται. Ὅτε δὲ πρὸς τὴν δι’ ἐκτυπώματος ἐξομοίωσιν τοῦ ἀρχετύπου, καὶ Χριστὸν καὶ Χριστοῦ.