Τοῦ Θεοφυλάκτου εἰς τὸν Βρυέννιον αἰτησάμενον γράφειν αὐτῷ
Φρονεῖς μὲν αὐτὸς ἀξίως τοῦ σοῦ λόγου, ὁ πανυπερσέβαστος ὄντως ἐν λόγῳ, ὃν ἐξανιστᾷς ἐκ πενήσσης ἑστίας, ὃν ἐγκαθίζεις τῷ βασιλείῳ θρόνῳ, ὃν γνήσιον σύμβουλον εἰς ἅπαντ’ ἔχεις, ὃν ὀμματιστὴν καὶ φρενωτὴν λαμβάνεις, μορφοῦντα δὴ μόρφωσιν εὐπρεπεστάτην, ὃς ἐκθεοῖ σε, κἂν φορῇς τὸ σαρκίον, ἐκ ψυχικοῦ στέργοντος ἁπλῶς τὴν φύσιν πνευματικόν σε δεικνύων ὑπὲρ φύσιν, κἀντεῦθεν αἰτεῖς τοὺς ἐμοὺς θερμῶς λόγους, οὐδὲν μὲν εἰσοίσοντας ἡδονὴν ἔχον, ξηρὸν γὰρ ἤδη τοὐμόν ἐστί σοι ῥόδον, ὡς ἔμπορος φρόνιμος ἐκ παντὸς πόρου καὶ μικρὰ καὶ μέγιστα κέρδη συλλέγων, εὐαγγελικὸς Ἰσραηλίτης νέος ἐκ στερεᾶς ἔλαιον ἐκμυζῶν πέτρας.