Τῷ πατριάρχῃ
Πῶς ἐτόλμησας, φαίη ἄν τις, πρὸς τὸν δεσπότην παρρησιάσασθαι, ἄνθρωπος τοσούτων ἐνιαυτῶν τὰ σαυτοῦ χείλη τῇ φυλακῇ τῆς σιωπῆς ἐγκλεισάμενος καὶ μηδὲν μὴ μικρὸν μὴ μέγα τῷ εὐεργέτῃ φθεγξάμενος, ὃν ἔδει καὶ στόματι καὶ πνεύματι καὶ γράμματι κατασπάζεσθαι καὶ διὰ πάντων ὡς ἔνεστιν ἁγιάζεσθαι, ὅτι τοι μὴ δεσπότης μόνον, ἀλλὰ καὶ πατὴρ καὶ πατέρων ὁ οἰκειότατος καὶ φιλοστοργώτατος, εἴπερ ἐγὼ μὲν ἡ ψυχή, ταύτην δέ μοι ὁ πατριάρχης ἐκτήσατό τε καὶ ἔπλασε κτίσιν καὶ πλᾶσιν ἡμερινὴν καὶ σωτήριον, καὶ πρός γε ὅτι μετριοπαθεῖν ταῖς ἡμετέραις ἀσθενείαις καὶ φύσιν ἔχει καὶ ἄσκησιν, τάχα μὲν καὶ αὐτὸς πειρασθεὶς καὶ μαθὼν ἐξ ὧν ἔπαθε τὰ ἡμέτερα, ἵνα μὴ λέγω τι πλέον—εἰ γὰρ ἐν τῷ ὑγρῷ ξύλῳ τοιαῦτα γέγονεν, ἐν τῷ ξηρῷ τί οὐ δράσουσι; —, τάχα δὲ καὶ τῷ μεγαλείῳ τοῦ νοῦ περιλαμβάνων ἃ μὴ αὐτοπαθήσας ἐπέγνωκεν; Οὐ γὰρ ἀγνοεῖ τοὺς φεῦ, πῶς ἂν εἴπω, τῶν ἀρχιερατευόντων νῦν σκόλοπας καὶ τὰς ἀκάνθας αἷς ἐμπαγείσαις εἰς ταλαιπωρίαν ἐστράφημεν, ὅτε οὐρανῷ μὲν στηρίζει τὴν κεφαλὴν ἡ τῶν ἁμαρτωλῶν καύχησις χηρὰν καὶ ὀρφανὸν ἀποκτιννύντων καὶ φονευόντων πάντα καὶ ἰθαγενῆ καὶ προσήλυτον, οὐκ ἔστι δὲ ὁ βοηθῶν ἢ ὁ ἐξαιρούμενος, ἀλλ’ ἄγεται καὶ φέρεται πάντα, μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος. Καὶ ἐμπαῖκται μὲν ἡμῶν κυριεύουσιν· οἱ πράκτορες δὲ ἡμῶν καλαμῶνται τὰ τομώτερα δρεπάνου κατάλοιπα.