Ὃ δὲ ἔσται μελίνης ἢ μελαμπύρου ἐμπορικὸν ἡμιμέδιμνον· τοσοῦτον γὰρ ὅ τε ᾀσόμενος, ὅ τε ἀκουσόμενος· ὃ μὲν λαβεῖν ἄξιος, ὃ δὲ δώσειν εὔπορος.
Ὁρᾷς παρ’ ὅσον ἦλθον εὐλαβείας γεροντικῆς καὶ σεμνότητος, ἵνα χαρίσωμαί σοι καὶ τῷ γλυκεῖ Θεοδώρῳ συνεντρυφήσωμεν, ἐπεὶ καὶ ἀμφότεροι ψυχαγωγησόντων δεόμεθα, ἐγὼ μὲν διὰ πάντα τἀμὰ κακά, σὺ δὲ διὰ τὴν δυσχεραινομένην σοι ἀποδημίαν, ταύτην δὴ τήν, ὡς ἔφης, μακράν. Πρὸς ἣν μηδὲ πάνυ σφόδρα δυσφόρως ἔχε, εἰδώς, εἴπερ τις ἄλλος, γινομένην κοινωφελῶς καὶ δεικνῦσαν τὸ τοῦ βασιλέως ἡμῶν κηδεμονικὸν καὶ φερέπονον, ὅς, ἵνα τοὺς ἐχθροὺς ἐγγύθεν δεδίττηται, πόλεως μὲν ἐκείνης καὶ βασιλείων ἐκείνων καὶ τῶν ἄλλων ἐκείνῃ ἀπολαυσμάτων ὀλιγωρεῖ, ἀγροτικῶν κακῶν ἀνεχόμενος. Ἔκκειται μὲν ψύχεσί τε καὶ θάλπεσιν, ὕπαιθρος δὲ φέρει τὰς ἐναντίας ὥρας σὺν τοῖς φιλτάτοις καὶ ἅμα τὰς χώρας, αἷς ἂν ἐπισταίη, καθιστᾷ μεγαλοπρεπῶς καὶ βασιλικῶς, τῶν τε ἄλλων ἁρμοστὴς καὶ τῶν ἐκκλησιαστικῶν διαφερόντως γινόμενος.