Ἔχων δέ τινας ἐκλελεγμένους τῶν ἄλλων καθ’ ἑκάστην ἐνορίαν οὐμενοῦν ὀλίγους, εἰς τρισχιλίους γὰρ καὶ πεντακοσίους ἠριθμοῦντο, τούτοις τὰ πλείω συνῆν, καὶ τὰς βαθυτέρας τῶν γραφῶν ἀνεκάλυπτεν.
Ἡμᾶς δὲ τοὺς ταπεινοὺς καὶ ἀναξίους οἰκειοτέρους αὐτῷ τῶν ἄλλων διὰ τὰ σπλάγχνα τῆς χρηστότητος ἐποιήσατο, καὶ πάντοτε συνῆμεν αὐτῷ πᾶσι παρακολουθοῦντες οἷς ἔπραττεν, οἷς ἔλεγεν, οἷς δι’ ἀμφοτέρων ἐδίδασκεν· οὐκ εἴδομεν αὐτὸν ἐσχολακότα ποτέ, ἀλλ’ ἢ τοὺς παῖδας ἐδίδασκε καὶ τοῦτο ποικίλως, τοῖς μὲν τὸν τῶν γραμμάτων χαρακτῆρα γνωρίζων, τοῖς δὲ τὸν τῶν γεγραμμένων νοῦν σαφηνίζων, ἄλλοις πρὸς τὸ γράφειν τὰς χεῖρας τυπῶν· καὶ οὐχ ἡμέρας μόνον, ἀλλὰ δὴ καὶ νυκτὸς ἢ προσευχῇ ἑαυτὸν ἐδίδου, ἢ τῇ ἀναγνώσει προσεῖχεν, ἢ βίβλους ἔγραφεν, ἔστι δ’ ὅτε δυσὶν ἔργοις κατὰ ταὐτὸν ἐμερίζετο, γράφων καὶ τοῖς παισὶ τῶν μαθημάτων τι ὑφηγούμενος. Τὴν γὰρ ἀργίαν ᾔδει πᾶν κακὸν διδάξασαν, ὡς ἡ πᾶν καλὸν διδάξασα σοφία διά τινος τῶν αὐτῆς ὑπηρετῶν ἀπεφθέγξατο.