Περὶ τοῦ λελωβημένου ἀδελφοῦ, ιδʹ.
Ἀναγκαῖον ἐπὶ τούτοις πρὸ τοῦ καταπαῦσαι τὸν λόγον ἡμᾶς μνημονεύσαντας ἄλλου τινὸς ἐν τοῖς ἀδελφοῖς ἁγίου, πολιτευσαμένου τὴν ἀρετὴν ἄκρως, ὀλίγα τῶν αὐτῷ βεβιωμένων πρὸς οἰκοδομὴν διηγήσασθαι. Οὗτος ὁ τῆς μακαρίας μνήμης ἀδελφός, λελωβημένος ὢν τὸ σῶμα, ἀφωρισμένον εἶχε τῶν ἀδελφῶν τὸ κελλίον αὐτοῦ· ἅλατι δὲ καὶ ἄρτῳ μόνῳ πάντα τὸν βίον αὐτοῦ διαιτώμενος ἓν καθ’ ἑκάστην ἡμέραν ἐποίει ψιάθιον, ὥστε πολλάκις, πλέκοντος αὐτοῦ τὰ σχοινία τὰ προχωροῦντα εἰς τὰ ψιάθια ἃ ἐποίει, συμβαίνειν ὑπὸ τῶν θρύων κεντουμένας τὰς χεῖρας αὐτοῦ αἵματος πληροῦσθαι καὶ αὐτὰ τὰ ψιάθια τῷ αἵματι αὐτοῦ μολύνεσθαι· καὶ ἐν τῇ τοιαύτῃ ἀσθενείᾳ ὢν οὐκ ἀπελείφθη ποτὲ τῆς συνάξεως τῶν ἀδελφῶν ἢ ἐκοιμήθη ἡμέρας ἕως τῆς ἐξόδου τῆς ψυχῆς αὐτοῦ. Πρὸ δὲ τοῦ κοιμηθῆναι αὐτὸν κατὰ νύκτα ἔθος εἶχεν ἐκστηθίζειν ἀπὸ τῶν γραφῶν τινα καὶ οὕτω κοιμᾶσθαι μέχρι τῆς νυκτερινῆς συνάξεως. Εἰσελθὼν δέ τίς ποτε πρὸς αὐτὸν ἀδελφὸς καὶ ἰδὼν αὐτοῦ τὰς χεῖρας ᾑμαγμένας ἀπὸ τῶν ψιαθίων λέγει αὐτῷ· «Ἀδελφέ, τί κοπιᾷς οὕτως ἐργαζόμενος ἐν τοιαύτῃ νόσῳ; Μὴ γάρ, ἐὰν μὴ ἐργάζῃ, ἀργίας ἔγκλημα ἕξεις παρὰ τῷ θεῷ; Οἶδεν ὁ κύριος ὅτι νοσεῖς· καὶ οὐδεὶς οὐδέποτε οὕτω νοσῶν ἥψατο ἔργου ποτέ, μάλιστα μηδενός σε ἀναγκάζοντος εἰς τὸ ἔργον.