2. Ἄξιον γὰρ εἴπερ τινὸς ἄλλου τὰς περὶ τοῦ ἀνδρὸς τούτου ἱστορίας καὶ τὰ θαύματα καὶ λέγειν καὶ ἀκούειν καὶ διὰ μνήμης ἄγειν ἀεί, ὥστε πρὸς τὸν τοῦ καλοῦ ζῆλον ἅπαντας ἐρεθίζεσθαι.
Διδάξει γὰρ αὐτοὺς ὁ λόγος, τίς μὲν ἦν καὶ ποῖος ὁ πρῶτος τὴν ἀγγελικὴν ἐπὶ γῆς ἐκείνην καὶ θείαν συστησάμενος πολιτείαν καὶ πόθεν ἀφορμηθεὶς ἔργῳ ἐπεβάλετο τηλικούτῳ καὶ οὕτω καλῷ, τίνες δὲ αὐτῷ αἱ παρασκευαὶ καὶ ποῖα πρὸς τὴν τοῦ ἔργου συντέλειαν τὰ ἐφόδια, αἵ τε πρῶται νομοθεσίαι καὶ διατάξεις αἱ τὴν μοναχικὴν πολιτείαν ἄρτι ἀποκυηθεῖσαν σπαργανοῦσαι καὶ γαλακτοτροφοῦσαι καὶ διαπλάττουσαι καὶ ῥυθμίζουσαι, παρὰ τίνος δὲ ἄρα καὶ ἐπενοήθησαν, πότερον τῶν ἀνθρώπων τις τούτων εἰσηγητὴς ἢ καὶ αὗται καθ’ ὅμοιον τῇ παλαιᾷ καὶ θείᾳ νομοθεσίᾳ παρὰ θείου ἀγγέλου εἰσηνέχθησάν τε καὶ παρεδόθησαν. Τότε μὲν γὰρ Μωϋσῆς ἦν ὁ τὰς πλάκας δεξάμενος, νῦν δὲ Παχώμιος ὁ παρὰ ἀγγέλου τὰς πτύχας, ὡς λέγεται, κομισάμενος, ἐν αἷς τὰ ἱερὰ τοῦ μοναχικοῦ βίου ἐγέγραπτο νόμιμα. Ταῦτα γὰρ πάντα ἱστορήσουσα ἔρχεται ἡ παροῦσα γραφὴ καὶ κατὰ μέρος τὰ ἐκείνου διηγησομένη ἐξαίσια κατορθώματα, πρότερον ἐπικαλεσαμένη τὴν αὐτοῦ ἐκείνου τοῦ μεγάλου ὁσίου πατρὸς εὐμένειαν καὶ ἀρωγὴν εἰς τὸν τοῦ ἐπιχειρήματος ἀπαρτισμόν. Ποιήσεται. δὲ τὴν ἀρχήν, ὡς εἰκός, ἀπὸ τοῦ γένους αὐτοῦ, κατὰ τὸν νόμον τῶν ἐγκωμίων.