Καὶ ἀναστήσαντες οἱ ἄγγελοι τὸν Παχώμιον, εἶπον αὐτῷ· «Ἐπειδὴ ᾐτήσω τὸν Θεόν, κατέπεμψέ σοι τὸ ἔλεος αὐτοῦ.
Ἰδοὺ αὐτός ἐστι τὸ ἔλεος αὐτοῦ, ὁ Κύριος τῆς δόξης, ὁ Χριστός, ὁ μονογενὴς υἱὸς αὐτοῦ, ὃν ἀπέστειλε τῷ κόσμῳ σωτῆρα, καὶ ἐσταυρώσατε αὐτὸν καὶ στέφανον ἐξ ἀκανθῶν περιεθήκατε αὐτῷ.» Εἶπε δὲ Παχώμιος πρὸς αὐτόν· «Δέομαί σου τῆς ἀχράντου φύσεως, δέσποτα, οὐκ ἐσταύρωσά σε ἐγώ.» Ὁ δὲ νεώτερος ὑπομειδιάσας λέγει αὐτῷ· «Οἶδα ὅτι σύ με οὐκ ἐσταύρωσας, ἀλλ’ οἱ πατέρες ὑμῶν. Θάρσει δὲ ὅτι ἡ ῥίζα τοῦ σπέρματός σου τοῦ πνευματικοῦ ἕως τοῦ αἰῶνος οὐ μὴ ἐκλίπῃ· καὶ οἱ μέλλοντες ὀλίγοι σῴζεσθαι ἐν τοῖς καιροῖς ἐκείνοις ἀπὸ τῆς πολλῆς ὁμίχλης τῆς ἀμελείας αὐτῶν, ὑπὲρ τοὺς ἄκρως νῦν πολιτευομένους εὑρεθήσονται· ὅτι <οἱ> νῦν ἔχοντές σε ὡς φωστῆρα πρὸ ὀφθαλμῶν αὐτῶν, ἐναρέτως τῷ σῷ φωτὶ ἐπερειδόμενοι πολιτεύονται· τοῖς δὲ μεταγενεστέροις ἐν αὐχμηρῷ τυγχάνουσι τόπῳ, εἰ ἑκουσίως ἐν ἀγαθῷ φρονήματι, μηδενὸς αὐτοὺς ὁδηγοῦντος ἐπὶ τὴν ἀλήθειαν, ἀποπηδήσαντες τῆς κακίας τοῦ ψεύδους, τὴν δικαιοσύνην μετέλθωσιν, ἀμὴν λέγω σοι ὅτι μετὰ τῶν ἄκρως νῦν πολιτευομένων καὶ ἀμέμπτως εὑρεθήσονται τῆς αὐτῆς ἀπολαύοντες σωτηρίας.» Καὶ ταῦτα εἰπὼν εἰς οὐρανοὺς ἀνῆλθε τοῦ ἀέρος φωτισθέντος.