পাঠক

একজন লেখক, রচনা বা পবিত্র শাস্ত্রের একটি পুস্তক বেছে নিন এবং অনুবাদ, নোট ও বুকমার্কসহ মূল গ্রিক উৎস অধ্যয়ন করুন।

সরাসরি একজন লেখক, রচনা বা পবিত্র শাস্ত্রের পুস্তক খুঁজুন।

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν πλούσιον

Μέγας Βασίλειος

Επίλογος και δοξολογία

Τελική προτροπή προς τους πιστούς για έγκαιρη πνευματική προετοιμασία μέσω της ελεημοσύνης και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 5

Προλαβὼν οὖν, σεαυτὸν ἐνταφίασον. Καλὸν ἐντάφιον ἡ εὐσέβεια. Πάντα περιβαλλόμενος ἄπελθε· οἰκεῖον κόσμον τὸν πλοῦτον ποίησαι· ἔχε αὐτὸν μετὰ σεαυτοῦ. Πείσθητι καλῷ συμβούλῳ, τῷ ἀγαπήσαντί σε Χριστῷ, τῷ δι᾽ ἡμᾶς πτωχεύσαντι, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· τῷ δόντι ἑαυτὸν λύτρον ὑπὲρ ἡμῶν. Ἢ ὡς σοφῷ τὸ συμφέρον ἡμῖν συνορῶντι πεισθῶμεν, ἢ ὡς ἀγαπῶντος ἡμᾶς ἀνασχώμεθα, ἢ ὡς εὐεργέτην ἡμῶν ἀμειψώμεθα. Πάντως δὲ ποιήσωμεν τὰ διατεταγμένα ἡμῖν, ἵνα κληρονόμοι γενώμεθα. τῆς αἰωνίου ζωῆς τῆς ἐν αὐτῷ τῷ Χριστῷ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.