Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Κατάλογος ἀποστόλων
Οι Απόστολοι Πέτρος, Ανδρέας, Ιάκωβος και Ιωάννης
Εισαγωγή του καταλόγου και συνοπτική αναφορά στο ιεραποστολικό έργο, τον τόπο και το μαρτύριο των τεσσάρων πρώτων μαθητών του Κυρίου.
পিতৃগণীয় ও বাইবেলীয় গ্রন্থ পাঠ, অনুসন্ধান ও অন্বেষণের একটি প্ল্যাটফর্ম
একজন লেখক, রচনা বা পবিত্র শাস্ত্রের একটি পুস্তক বেছে নিন এবং অনুবাদ, নোট ও বুকমার্কসহ মূল গ্রিক উৎস অধ্যয়ন করুন।
পাঠক ব্যবহার
দ্রুত খোঁজ সরাসরি একজন লেখক, রচনা বা পবিত্র শাস্ত্রের পুস্তক অনুসন্ধান করুন।
বিস্তারিত নির্বাচন একটি উৎস বেছে নিন, তারপর একজন লেখক, রচনা, অধ্যায় বা বাইবেলীয় অনুচ্ছেদ।
অধ্যয়নের সরঞ্জাম পাঠের সময় আপনি অনুবাদ, বুকমার্ক, নোট এবং আপনার ব্যক্তিগত চেহারার সেটিংস ব্যবহার করতে পারেন।
Ἔργον
Οι Απόστολοι Πέτρος, Ανδρέας, Ιάκωβος και Ιωάννης
Εισαγωγή του καταλόγου και συνοπτική αναφορά στο ιεραποστολικό έργο, τον τόπο και το μαρτύριο των τεσσάρων πρώτων μαθητών του Κυρίου.
ΤΑ ΟΝΟΜΑΤΑ ΤΩΝ ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΩΝ ΠΟΥ ΕΚΗΡΥΞΑΝ ΤΟ ΕΥΑΓΓΕΛΙΟΝ ΧΡΙΣΤΟΥ ΚΑΙ ΠΩΣ ΕΤΕΛΕΙΩΘΗΣΑΝ. 〈ΕΠΙΦΑΝΙΟΥ〉. αʹ. Σίμων Πέτρος ὁ τῶν ἀποστόλων κορυφαῖος, ὡς διὰ τῶν ἐπιστολῶν αὐτοῦ φαίνεται δηλῶν ἐν Πόντῳ καὶ Γαλατίᾳ καὶ Καππαδοκίᾳ καὶ Βιθυνίᾳ καὶ ἐν Ἰταλίᾳ, [Ἀσίᾳ καὶ ἐν τῷ Ἰλλυρικῷ] ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὕστερον δὲ ἐν Ῥώμῃ ἐπὶ Νέρωνος βασιλέως σταυροῦται κατὰ κεφαλῆς, αὐτοῦ οὕτως παθεῖν ἀξιώσαντος, θάπτεται δὲ ἐν αὐτῇ τῇ Ῥώμῃ πρὸ τριῶν Καλανδῶν Ἰουλίων, ὅ ἐστιν Ἐπιφὶ εʹ.
βʹ. Ἀνδρέας δὲ ὁ ἀδελφὸς αὐτοῦ, ὡς οἱ πρὸ ἡμῶν παραδεδώκασιν, ἐκήρυξε Σκύθαις καὶ Σογδιανοῖς καὶ Γορσίνοις καὶ ἐν Σεβαστοπόλει τῇ μεγάλῃ, ὅπου ἐστὶν ἡ παρεμβολὴ Ἄψαρος καὶ Ὕσσου λιμὴν καὶ Φᾶσις ποταμός, ἔνθα οἰκοῦσιν Αἰθίοπες, θάπτεται δὲ ἐν Πάτραις τῆς Ἀχαίας σταυρῷ προσδεθεὶς ὑπὸ Αἰγέα τοῦ βασιλέως Πατρῶν.
γʹ. Ἰάκωβος δὲ ὁ τοῦ Ζεβεδαίου, ἀδελφὸς δὲ Ἰωάννου τοῦ εὐαγγελιστοῦ, ταῖς δώδεκα φυλαῖς τῆς διασπορᾶς ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ὑπὸ δὲ Ἡρώδου τοῦ τετράρχου τῶν Ἰουδαίων ἀνῃρέθη μαχαίρᾳ καὶ ἐκεῖ ἐτάφη ἐν τῇ Ἰουδαίᾳ.
δʹ. Ἰωάννης δὲ ὁ ἀδελφὸς αὐτοῦ, ἐν μὲν τῇ Ἀσίᾳ ἐκήρυξε τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ὑπὸ δὲ Τραιανοῦ τοῦ βασιλέως τῶν Ῥωμαίων ἐξορισθεὶς ὑπ᾽ αὐτοῦ ἐν Πάτμῳ τῇ νήσῳ διὰ τοῦ λόγου τοῦ κυρίου, ἐκεῖ ὢν συνέγραψε τὸ εὐαγγέλιον τὸ κατὰ Ἰωάννην, καὶ ἐξέδοτο αὐτὸ διὰ Γαΐου τοῦ ξενοδόχου, μετὰ δὲ τὴν Τραιανοῦ τελευτὴν ἐπάνεισιν ἀπὸ τῆς νήσου εἰς τὴν Ἔφεσον καὶ ἐκεῖ ζῶντα ἑαυτὸν ἔθαψεν, ὢν ἐτῶν ρκʹ τῇ τοῦ θεοῦ βουλήσει.
রচনা
পাঠ
সম্পর্কিত অনুচ্ছেদটি একটি নতুন উইন্ডোতে খোলে।