পাঠক

একজন লেখক, রচনা বা পবিত্র শাস্ত্রের একটি পুস্তক বেছে নিন এবং অনুবাদ, নোট ও বুকমার্কসহ মূল গ্রিক উৎস অধ্যয়ন করুন।

সরাসরি একজন লেখক, রচনা বা পবিত্র শাস্ত্রের পুস্তক খুঁজুন।

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τοὺς μάρτυρας καὶ κατὰ Ἀρειανῶν

Γρηγόριος ὁ Ναζιανζηνός

Η πνευματική ευφροσύνη και η αποκατάσταση των εορταστικών συνάξεων

Ο λόγος επανέρχεται στο χαρμόσυνο παρόν, εξυμνώντας την απομάκρυνση των βέβηλων και την πλήρη αποκατάσταση των εορταστικών συνάξεων των ευσεβών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 4

Οὐκοῦν ἐπανιτέον ὅθεν ἐξέβημεν, ὥστε γλυκεῖ καὶ ποτίμῳ τῷ λόγῳ τὴν ἁλμυρὰν ἐκείνην ἀκοὴν ἀποκλύσασθαι. Ἐν γὰρ ἡμέρᾳ, φησὶν, εὐφροσύνης ἀμνηστία κακῶν· πάλιν τοίνυν ἐπὶ τὸν αὐτὸν ἐπανέρχομαι λόγον, ὅτι ἡ νὺξ ἐκείνη καὶ ὁ γνόφος ἠφάνισται, αἱ δὲ τῆς εἰρήνης ἀκτῖνες διὰ καθαρᾶς τῆς αἰθρίας τῷ τῆς ἀληθείας φωτὶ περιλάμπουσιν.

Διὰ τοῦτο ἐκβέβληται μὲν τῶν θείων περιβόλων πᾶν ὅ τι δυσῶδες καὶ βέβηλον· ἀντεισῆκται δὲ πάσης εὐφροσύνης τῶν εὐσεβούντων οἱ οἶκοι, καὶ λείπει πρὸς εὐφροσύνην οὐδέν· οἱ δαιτυμόνες, οἱ ἑστιάτορες, ἡ τοῖς ἀγαθοῖς ἐδωδίμοις πλήθουσα τράπεζα.