পাঠক

একজন লেখক, রচনা বা পবিত্র শাস্ত্রের একটি পুস্তক বেছে নিন এবং অনুবাদ, নোট ও বুকমার্কসহ মূল গ্রিক উৎস অধ্যয়ন করুন।

সরাসরি একজন লেখক, রচনা বা পবিত্র শাস্ত্রের পুস্তক খুঁজুন।

Ἔργον

Ἡσύχιος ὁ Πρεσβύτερος – Εἰς τοὺς ἁγίους Πέτρον καὶ Παῦλον (Νόθος)

Ἡσύχιος ὁ Πρεσβύτερος

Επίλογος και δοξολογία

Αναφορά στις κακοπάθειες του Παύλου, επίκληση της πρεσβείας των αποστόλων και η τελική δοξολογία της ομιλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἡσύχιος ὁ Πρεσβύτερος

—

Κεφάλαιο 3 από 3

Τίς «πεποιηκὼς ἐν τῷ βυθῷ νυχθήμερον» ἀντὶ νυμφικοῦ λουτροῦ προφέρει τὸ ναυάγιον, «ὁδοιπορίαις πολλάκις» ἀλλὰ πάσας ἐπικερδεῖς ἑκάστην πολυκερδῆ κτισάμενος; Τίς «κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ποταμῶν, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν ψευδαδέλφοις», καὶ τῆς ὑπομονῆς τὸν πλοῦτον οὐκ ἐσκόρπισεν; Τίς ὅλων τῶν ἐκκλησιῶν περιφέρει τὴν μέριμναν, τῶν φορτίων δὲ τὴν πεῖραν οὐ στενοῖ οὐδὲ τοὺς ὤμους βαρεῖ οὐδὲ τὰ νῶτα κάμπτεται; Τίς ἄρα τοσοῦτον μὲν τὴν ἁμαρτίαν βδελύττεται, σπλάγχνα δὲ περὶ τοὺς ἁμαρτωλοὺς τοιαῦτα κέκτηται; Οὐδείς· πρεσβεύει γὰρ πάντοτε τυχεῖν ἡμᾶς τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.