Ἔργον
Μέγας Αθανάσιος – Ἀποσπάσματα διάφορα
Διάφορα ερμηνευτικά και ποιμαντικά ζητήματα
Σύντομα σχόλια για την ταφή του Αδάμ, την αποφυγή των ψευδών ποιμένων, τον λιθοβολισμό του Στεφάνου, την περιτομή του Τιμοθέου και τη ρητορική των Ψαλμών.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Διάφορα ερμηνευτικά και ποιμαντικά ζητήματα
Σύντομα σχόλια για την ταφή του Αδάμ, την αποφυγή των ψευδών ποιμένων, τον λιθοβολισμό του Στεφάνου, την περιτομή του Τιμοθέου και τη ρητορική των Ψαλμών.
Οὗτοι δέ εἰσιν οἱ περὶ τῆς ταφῆς τοῦ Ἀδὰμ εἰρηκότες, Ἀφρικανὸς καὶ ὁ ἅγιος Ἀθανάσιος. Μηδὲ ἐν τοῖς ἡμετέροις ἐνδύμασι γενέσθω ὀσμὴ πρὸς τὸν Ναβουχοδονόσορ, οἵτινες φθαρτοὶ λογισμοί εἰσι τοῦ διαβόλου οἱ κατασβεννύμενοι.
Τοῦ ἁγίου Ἀθανασίου Ἀλεξανδρείας. Πᾶς ἄνθρωπος, τὸ διακρίνειν παρὰ Θεοῦ εἰληφὼς, κολασθήσεται, ἐξακολουθήσας ἀπείρῳ ποιμένι, καὶ ψευδῆ δόξαν ὡς ἀληθῆ δεξάμενος· Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;
Τοῦ ἁγίου Ἀθανασίου. Ταῖς πολλαῖς, ὡς εἰπεῖν, χερσὶν, ὧν αὐτὸς ἐτήρει τὰ ἱμάτια, Στέφανον λιθάσαι.
In illud, Καὶ λαβὼν περιέτεμεν αὐτόν. Ἵν᾽ οὖν μὴ κωλύηται εἰς συναγωγὰς παραβάλλειν, διὰ τὸ ἀπερίτμητον εἶναι τὸν Τιμόθεον, οὕτως συμπαρεῖναι τοῦτ᾽ ᾠκονόμησεν· οὐχὶ δὲ καὶ ἐδογμάτισεν. Ὅτι παντοίοις σχήμασι λέγει καλλωπίζεσθαι τὴν βίβλον τῶν Ψαλμῶν ὁ μέγας Ἀθανάσιος, ὑπερβατοῖς, ὑπερθέσεσιν, ἀποστροφαῖς, ἐκλείψεσι, παραβολαῖς, μεταφοραῖς, ἐμφάσεσι, προσωποποιίαις.
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.