Ἔργον
Μέγας Αθανάσιος – Περὶ τῆς μοναχικῆς πολιτείας
Ησυχία, ξενιτεία και αποφυγή κοσμικών περισπασμών
Συστάσεις για την επιλογή συνοίκων, τη διαμονή στην έρημο, την αξία της ξενιτείας και την απομάκρυνση από τις πόλεις.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Ησυχία, ξενιτεία και αποφυγή κοσμικών περισπασμών
Συστάσεις για την επιλογή συνοίκων, τη διαμονή στην έρημο, την αξία της ξενιτείας και την απομάκρυνση από τις πόλεις.
Ἀλλὰ μᾶλλον ζήτει μάλιστα τὴν βασιλείαν τῶν οὐρανῶν. Τῆς ἑαυτοῦ ὠφελείας πάντοτε φρόντιζε, καὶ τὸν τῆς ἡσυχίας περιποιοῦ τρόπον. Μὴ ἀγαπήσῃς οἰκῆσαι μετὰ ἀνθρώπων ὑλικῶν καὶ ἐμπερισπάστων· ἢ μόνος οἴκει, ἢ μετὰ ἀνθρώπων ἀΰλων καὶ ὁμοφρόνων· ὁ γὰρ μετὰ ἀνθρώπων ὑλικῶν καὶ ἐμπερισπάστων οἰκῶν, πάντως κοινωνήσει καὶ αὐτὸς τῇ τούτων περιστάσει, καὶ δουλεύσει ἀνθρωπίναις ἐπιταγαῖς, λαλιαῖς τε ματαίαις, καὶ τοῖς ἄλλοις ἅπασι δεινοῖς, ὀργῇ, λύπῃ, μανίᾳ τῶν ὑλῶν, φόβῳ τῶν σκανδάλων, γονικαῖς μερίμναις, συγγενικαῖς φιλίαις. Ἀλλὰ γὰρ τῆς πρὸς τούτους συντυχίας παραιτοῦ, μήποτέ σε ἀπολέσωσι τῆς ἐν τῷ κελλίῳ ἡσυχίας, καὶ περὶ τὰς ἑαυτῶν περιστάσεις ἀγάγωσιν.
Ἐὰν δὲ καὶ τὸ κελλίον ἐν ᾧ καθέζῃ εὐπερίστατον ᾖ, φεῦγε, καὶ αὐτοῦ μὴ φείσῃ, μὴ ἑλκυσθῇς εἰς ἀγάπην αὐτοῦ. Πάντα ποίει, πάντα πράττε, ὅπως δυνηθῇς ἡσυχάσαι, καὶ σχολάσαι, καὶ σπουδάσαι γενέσθαι ἐν τοῖς τοῦ Θεοῦ θελήμασι, καὶ ἐν τῇ πάλῃ τῶν ἀοράτων. Εἰ μὴ δύνασαι ῥᾳδίως ἡσυχάσαι ἐν τοῖς σοῖς μέρεσι, δός σου ἐπὶ ξενιτείαν τὴν πρόθεσιν, καὶ ἐπὶ ταύτην κατάσπευδέ σου τὸν λογισμόν· γενοῦ καθάπερ τις πραγματευτὴς ἄριστος, τὰ πάντα πρὸς ἡσυχίαν δοκιμάζων, καὶ τὰ πρὸς ταύτην ἥσυχα καὶ χρήσιμα. Πλὴν λέγω σοι, ξενιτείαν ἀγάπα· ἀπαλλάττει γάρ σε τῶν κατὰ τὴν ἰδίαν χώραν περιστάσεων, καὶ τῆς κατὰ τὴν ἡσυχίαν ὠφελείας μόνον ἀπολαύειν ποιεῖ. Τὰς ἐν πόλει διατριβὰς φεῦγε, καὶ ἐν ἐρήμῳ καρτέρησον, εἰ δυνατὸν τὸ καθόλου. Εἰς πόλιν μὴ ἀπαντήσῃς· οὐδὲν γὰρ εὔχρηστον, οὐδὲν ὠφέλιμον τῇ πολιτείᾳ σου ἐκεῖ θεάσῃ. Μὴ δειλιάσῃς ἦχον αὐτῶν, ἢ πτοηθῇς· μηδὲ ἀποφύγῃς τὸ στάδιον τῆς σῆς ὠφελείας. Ἀφόβως ὑπόμεινον, καὶ ὄψει τοῦ Θεοῦ τὰ μεγαλεῖα, τὴν ἄλλην ἅπασαν ἐπὶ σωτηρίαν πληροφορίαν.
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.