Ἔργον
Μέγας Βασίλειος – Εἰς τὴν νηστείαν
Η καθολική πρόσκληση στον πνευματικό αγώνα της νηστείας
Εισαγωγή στη νηστεία ως καιρό απαλλαγής από τις αμαρτίες και πρόσκληση όλων των πιστών στον πνευματικό αγώνα.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Η καθολική πρόσκληση στον πνευματικό αγώνα της νηστείας
Εισαγωγή στη νηστεία ως καιρό απαλλαγής από τις αμαρτίες και πρόσκληση όλων των πιστών στον πνευματικό αγώνα.
ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ ΛΟΓΟΣ Γʹ. Νηστείας καὶ ἱλασμοῦ ὁ καιρὸς οὐ μόνον τῆς τῶν βρωμάτων ἀποχῆς, ἀλλὰ καὶ τῆς τῶν ἁμαρτιῶν ἀπαλλαγῆς. Ἀπαλλάξαντες τοίνυν ἑαυτοὺς ἀπὸ πάσης ἁμαρτίας, προθύμως νηστεύσωμεν· εἰδότες, ὅτι νηστεία ἀπόφασιν Θεοῦ ἀνεκαλέσατο. Νόμος τοίνυν ἐκκλησιαστικὸς τὴν νηστείαν προμηνύει, κήρυκα μεγαλοφωνότατον προστησάμενος τὸν προφητικὸν καὶ ἀποστολικὸν χορόν. Καλεῖ δὲ οὗτος οὐκ ἄνδρας καὶ πρεσβύτας μόνους, ἀλλὰ καὶ γυναῖκας καὶ παῖδας· τῶν μὲν ἀνανεῶν τὴν νεότητα, τῶν δὲ μεταβάλλων τὴν φύσιν εἰς ἀνδρικὴν ἀρετήν. «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔνι ἄρσεν καὶ θῆλυ.» Ἆθλα δὲ τοῖς ἀγωνιζομένοις προτίθησι, βασιλείαν οὐρανῶν, καὶ στέφανον ἀειθαλῆ, καὶ ζωὴν αἰώνιον, ἐὰν μετὰ ἁγιωσύνης νηστεύσωμεν, κατὰ τὸν μακάριον Ἰωὴλ τὸν προφήτην λέγοντα· «Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε νήπια θηλάζοντα μαστούς· ἱερεῖς, κλαύσατε ἐνώπιον θυσιαστηρίου· συγκαλέσατε πρεσβυτέρους. Ἐξελθέτω νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς, καὶ νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ.» Ἅγιος γὰρ ὁ τρόπος τῆς νηστείας, ἁγίῳ Θεῷ ὑπὸ ἁγίων ἁγίως προσφερόμενος. Πάντας τοίνυν ὁ κῆρυξ καλεῖ ἐπὶ τὸν ἀγῶνα. Διαφορὰ δὲ πολλὴ τοῖς ἀθλοῦσι καὶ βίου καὶ ἡλικιῶν. Οὐκ ἔστι δὲ ὁ ἀγὼν πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τὰ πνευματικὰ τῆς πονηρίας.
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.