Lector

Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.

Encuentre directamente un autor, una obra o un libro de la Escritura.

Ἔργον

Μέγας Βασίλειος – Λόγος περὶ ἐχθρῶν καὶ φίλων

Μέγας Βασίλειος

Δέηση υπέρ των εχθρών

Προσευχή προς τον Χριστό για τη συγχώρηση και τη μεταστροφή όσων εχθρεύονται, αδικούν και επιβουλεύονται τους πιστούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 2

ΕΥΧΗ ΕΤΕΡΑ ΤΟΥ ΑΥΤΟΥ. Ἀνεξίκακε βασιλεῦ καὶ ἀίδιε, ὁ διὰ τὴν ἐκ ξύλου κατάκρισιν ἐπὶ ξύλου ἀρθεὶς, καὶ τοῖς ἀκολουθεῖν σου τοῖς ἴχνεσιν αἱρουμένοις μακροθυμίας σαυτὸν ὑπόδειγμα παρασχόμενος, ὃς ὑπὲρ τῶν σταυρούντων σε θεομάχων ἔντευξιν προσήγαγες τῷ συνανάρχῳ Γεννήτορι αὐτός· φιλάνθρωπε Κύριε, καὶ οἷς δι᾽ ἀπεχθείας ἐσμὲν ἢ ἐπιβουλεύουσιν, ἢ λοιδορουμένοις, ἢ ἐπηρεάζουσιν, ἢ βασκαίνουσιν, ἢ καθ᾽ οἷον δή τινα τρόπον ἐξ ἐπιβουλῆς καὶ ἐπηρείας τοῦ φιλαπεχθήμονος δαίμονος μισοῦσι καὶ ἀποστρεφομένοις, συγχώρησον τὸ τῆς εἰς ἡμᾶς παροινίας πλημμέλημα, μετάβαλε τὰς γνώμας αὐτῶν ἐκ κακοηθείας εἰς ἐπιείκειαν.