Ἔργον
Μέγας Βασίλειος – Περὶ πίστεως
Η ένσαρκη οικονομία του Χριστού και η παράδοση του βαπτίσματος
Σύνοψη της ενανθρώπησης, των θαυμάτων, του πάθους και της ανάστασης του Κυρίου, καθώς και η παράδοση της εντολής του βαπτίσματος στους μαθητές.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Η ένσαρκη οικονομία του Χριστού και η παράδοση του βαπτίσματος
Σύνοψη της ενανθρώπησης, των θαυμάτων, του πάθους και της ανάστασης του Κυρίου, καθώς και η παράδοση της εντολής του βαπτίσματος στους μαθητές.
Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, τῇ περὶ τὸ ἴδιον πλάσμα εὐσπλαγχνίᾳ, ἐλθὼν ἐπὶ γῆς ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, καὶ διὰ παρθένου ἁγίας σαρκωθείς, καὶ πάντα τὰ θαύματα ἐκεῖνα ἃ διὰ τῶν εὐαγγελίων μεμαθήκαμεν ἐργασάμενος ὡς θεός, καὶ διὰ πάσης τῆς ἀγαθότητος αὐτοῦ τὸ τῶν ἀνθρώπων εὐεργετήσας γένος, καὶ πᾶν ὁτιοῦν τῶν ἀνηκέστων διὰ τὴν ἡμετέραν σωτηρίαν παθὼν παρὰ τῶν εὐεργετηθέντων, τέλος ἐσταυρώθη, καὶ σταυρωθεὶς ἀπέθανε, καὶ ἀποθανὼν ἠγέρθη τῇ τρίτῃ ἡμέρᾳ. Καὶ μετὰ τὸ ἐγερθῆναι αὐτόν, καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν φιλάνθρωπον πληρῶσαι οἰκονομίαν, ὅτε ἤμελλεν ἀναλαμβάνεσθαι ὅθεν κατέβη, παρέδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς τὴν πίστιν· ἀπελθόντες, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.