Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας καὶ ὑπομονῆς
Η συντομία του παρόντος βίου και η αναγκαιότητα της μετάνοιας
Αναφορά στη φθαρτότητα της παρούσας ζωής, τη μέλλουσα κρίση και την επιτακτική ανάγκη για ικεσία και εξομολόγηση πριν από την εκδημία.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Η συντομία του παρόντος βίου και η αναγκαιότητα της μετάνοιας
Αναφορά στη φθαρτότητα της παρούσας ζωής, τη μέλλουσα κρίση και την επιτακτική ανάγκη για ικεσία και εξομολόγηση πριν από την εκδημία.
Περὶ μετανοίας καὶ ὑπομονῆς Ἆρα τίς τὸν παρόντα βίον ἐλογίσατο εἶναι τοῦτον δραπέτην· καὶ πάλιν δὲ φυγάδα καὶ ἀνυπόστατον, καὶ σκηνὴν ἀναλυομένην· καὶ τὴν ἑαυτοῦ ψυχὴν σοφῶς περιέφραξεν, ὥστε μὴ ὑποπεσεῖν τῇ προσδοκωμένῃ ἐν τῇ μελλούσῃ 〈κρίσει〉 φοβερᾷ καὶ μεγάλῃ ἀποφάσει τοῦ Θεοῦ τοῖς πονηροῖς ἀνθρώποις; Ποῖαι πηγαὶ δακρύων ἡμῖν ἐξαρκέσουσιν, ὥστε καὶ πρὸ τῆς πείρας κατασβέσαι τὴν φλόγα; Ἆρα τίς δυσωπήσει τὸν Κριτὴν ὑπὲρ ἡμῶν, ἵνα μὴ κατακρίνῃ ἡμᾶς τοὺς ἁμαρτωλούς; Ἆρα τίς τὴν ἄφεσιν ἡμῖν ἐξαιτήσεται, λέγω δὴ τῶν Ἁγίων, παρὰ τοῦ φιλανθρώπου Θεοῦ; Ἆρα τίς τὴν ὀργὴν τοῦ Θεοῦ τρέψει εἰς οἶκτον, καὶ τὴν δικαιοσύνην πάλιν εἰς εὐσπλαγχνίαν, εἰ μὴ μόνος αὐτὸς ἱκετεύσει τὸν Κριτήν, ὁ δήσας τὸ φορτίον τῶν αὐτοῦ πταισμάτων, καὶ βαστάζων, καὶ λύων, καὶ ὅτε θέλει κουφίζων; Ποιοῦμεν γὰρ φορτία δεινῶς ἁμαρτάνοντες, καὶ πάλιν κουφίζομεν ἴσως μετανοοῦντες. Ἐν ἡμῖν ἐστι τὸ λύειν καὶ τὸ δέειν· τοῦ Θεοῦ δὲ τοῦτό ἐστι, συγχωρεῖν προσπίπτουσι. Φιλάνθρωπον γὰρ ὄντως Δεσπότην κεκτήμεθα, λύοντα μετανοίᾳ τῶν δούλων τὰ φορτία.
Αὐτὸν τοίνυν τὸν Κριτὴν πρὸ τῆς ἀποδημίας σφόδρα ἱκετεύσωμεν ἐξομολογούμενοι, ἵνα ἡμᾶς ῥύσηται τῆς ἑαυτοῦ ἀπειλῆς. Εἰ Νῶε καὶ Ἰὼβ καὶ Δανιήλ, οἱ φίλοι αὐτοῦ τοῦ Θεοῦ καὶ προφῆται, ἔχοντες παρρησίαν, ἐὰν στῶσιν ὑπὲρ τῶν τέκνων δεόμενοι τοῦ Θεοῦ, ὥστε συγχωρηθῆναι αὐτοῖς τὴν τιμωρίαν, οὐδὲν ὅλως ἀνύουσιν, οὐδὲ εἰσακούονται, οὐδὲ ἀποδεχθήσονται. Τί ἡμεῖς ποιήσομεν ἑαυτῶν ἀμελοῦντες; Τίς δὲ ἡμᾶς τῆς ὀργῆς ἐξαρπάσει τοῦ Θεοῦ, ἢ μόνος ὁ κρίνων καὶ δικαιῶν Θεός;
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.