Lector

Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.

Encuentre directamente un autor, una obra o un libro de la Escritura.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μετανοίας

Ἐφραίμ ὁ Σύρος

Εσχατολογική προοπτική και δοξολογία

Προτροπή προς άμεση μετάνοια χωρίς αναβολή, με αναφορά στην τελική κρίση, και καταληκτήρια δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Μὴ ἀναβάλλῃ, φίλε, ἡμέραν ἐξ ἡμέρας ἐπιστρέψαι πρὸς Κύριον, μήποτέ σοι ἐπέλθῃ ἄφνω ἡ ἀπόφασις τοῦ φοβεροῦ Δικαστοῦ, καλοῦσά σε πρὸς αὐτόν, ὥστε σε ἀποδοῦναι αὐτῷ τὴν ἐμπορίαν ἣν ἐνεπορεύσω ἐκ τῶν αὐτοῦ ταλάντων.

Μὴ ἀντὶ ἐπαίνων, δεθεὶς καὶ πόδας καὶ χεῖρας, κατάδικος γένῃ σκότους ἐξωτέρου. Σπούδασον, ὡς ἔτι καιρὸν ἔχεις, προσπεσεῖν τῷ Δικαστῇ, ὥστε σε ἱλασθῆναι πάσας τὰς ἁμαρτίας, ἵνα ἡμεῖς σὺν σοὶ χαρῶμεν, ἀδελφέ, καὶ ὁ Θεὸς δοξασθῇ. ᾯ πρέπει τιμή, δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.