Lector

Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.

Encuentre directamente un autor, una obra o un libro de la Escritura.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ μοναχῶν

Ἐφραίμ ὁ Σύρος

Κατά Θεόν πτωχεία και προσήλωση στον Χριστό

Τελική προτροπή για την τήρηση της ακτημοσύνης με σκοπό την απερίσπαστη αφοσίωση στον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Τί δὲ ἄρα, ὦ μοναχέ, ἐπισπᾶσαι τὸν ψυχοφθόρον πλοῦτον, τὸν ἀλαζόνα, τὸν ὑπερήφανον, τὸν ἄσπλαγχνον, τὸν ἀσυμπαθῆ, τὸν ἄπληστον; Ὅσον γὰρ πλουτεῖ τις, τοσοῦτο μᾶλλον ἀνελεὴς καὶ ἀπάνθρωπος γίνεται, καὶ πλεῖον τὰς χεῖρας συστέλλει τοῦ μὴ δοῦναι ἐλεημοσύνην. Σὺ δέ, ὦ μοναχέ, τοῦτον τὸν πλοῦτον μὴ ἐπιθυμήσῃς· μὴ κτήσῃ, μηδὲ ἐπισπάσῃ· τοῦ μοναχοῦ γὰρ ἡ πρώτη καὶ μεγάλη ἐντολὴ ἡ κατὰ Θεὸν πτωχεία ἐστί. Κολλήθητι δὲ μᾶλλον τῷ Χριστῷ, ἀπερισπάστως καθεζόμενος ἐν τῷ τόπῳ, ἐν ᾧ καὶ ἀπετάξω τῷ Θεῷ, τῷ ζῶντι εἰς τοὺς αἰῶνας.