Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ παρόντος βίου
Οι μάταιες μέριμνες και τα δεινά του παρόντος βίου
Περιγραφή των ανθρώπινων αγώνων για τα πρόσκαιρα και απαρίθμηση των θλίψεων και των δεινών της παρούσας ζωής.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Οι μάταιες μέριμνες και τα δεινά του παρόντος βίου
Περιγραφή των ανθρώπινων αγώνων για τα πρόσκαιρα και απαρίθμηση των θλίψεων και των δεινών της παρούσας ζωής.
Ὅτι πᾶσα σπουδὴ καὶ ἀγῶνες καὶ ἱδρῶτες ὑπὲρ τούτου γίνονται, καὶ ὁ νοῦς τῶν ἀνθρώπων εἰς αὐτὸν δέδεται. Περὶ τῶν μελλόντων ἀγαθῶν λόγος οὐδείς, οὐδὲ σπουδή, περὶ δὲ τῶν προσκαίρων καὶ φθαρτῶν καὶ σπουδὴ καὶ δρόμοι καὶ μάχαι καὶ ἔχθραι καὶ ἐπιχειρήσεις. Πολλάκις δὲ καὶ αἵματα ἐκχέονται διὰ μηδαμινὸν πρᾶγμα, καὶ μετὰ μικρὸν ἀφήσει αὐτό· ἐξέρχεται τοῦ βίου γυμνὸς καὶ ἐλεεινός, μηδὲ τὰ ὧδε κερδήσας, μηδὲ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχών.
Ὢ τοῦ ματαίου δρόμου! Ὢ τοῦ ψυχοφθόρου βίου τούτου! Πῶς χλευάζει τὸν ἄνθρωπον! Ἐνθυμήθητι οὖν, ἄνθρωπε, τί ἔχει ὁ βίος. Ἔχει δυσωδίαν, θλῖψιν, κόπον, ὀδύνην, ἄπαυστον δρόμον, ἀδικίαν, πλεονεξίαν, ψεῦδος, κλοπάς, φαρμακείας, βασκανίας, αἰχμαλωσίας, ναυάγια, χηρείας, ὀρφανίας, ἀφορίας, λοιδορίας, συκοφαντίας, ὀνείδη, ζημίας, ἁρπαγάς, στεναγμούς, πολέμους, μῖσος, φθόνον, φόνους καὶ γῆρας καὶ νόσους καὶ ἁμαρτίαν καὶ θάνατον.
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.