Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ βίου καὶ τελευτῆς τῶν προφητῶν
Βίος και μαρτύριο του Ησαΐα
Ιστορικές πληροφορίες για τη δράση, τα σημεία και το μαρτυρικό τέλος του προφήτη Ησαΐα.
Una plataforma para leer, buscar y explorar textos patrísticos y bíblicos
Elija un autor, una obra o un libro de la Escritura y estudie la fuente original en griego con traducción, notas y marcadores.
Uso del Lector
Búsqueda rápida Busque directamente un autor, una obra o un libro de la Escritura.
Selección detallada Elija una fuente y, a continuación, un autor, una obra, un capítulo o un pasaje bíblico.
Herramientas de estudio Mientras lee, puede usar traducciones, marcadores, notas y su configuración personal de apariencia.
Ἔργον
Βίος και μαρτύριο του Ησαΐα
Ιστορικές πληροφορίες για τη δράση, τα σημεία και το μαρτυρικό τέλος του προφήτη Ησαΐα.
ιγʹ. Ἡσαΐας υἱὸς Ἀμὼς ἦν ἀπὸ Ἱερουσαλήμ· ἀναιρεθεὶς δὲ ὑπὸ Μανασσῆ, πρισθεὶς εἰς δύο ἐτάφη ὑποκάτω δρυὸς Ῥωγήλ, πλησίον τῆς διαβάσεως τῶν ὑδάτων ὧν ἀπώλεσεν Ἐζεκίας χώσας αὐτά. Καὶ ὁ θεὸς τὸ σημεῖον τοῦ Σιλωὰμ διὰ τὸν προφήτην ἐποίησεν, ὅτι πρὸ τοῦ θανεῖν ὀλιγορήσας ηὔξατο πιεῖν ὕδωρ, καὶ εὐθέως ἀπεστάλη αὐτῷ ἐξ αὐτοῦ.
Καὶ διὰ τοῦτο ἐπεκλήθη Σιλωάμ, ὅ ἐστιν ἀπεσταλμένος. Καὶ Ἐζεκίας ἐπὶ τῶν εὐχῶν τούτου ἐποίησε τοὺς λάκκους καὶ τὰς κολυμβήθρας. Μικρὸν γὰρ ἦν ὕδωρ ἐξεληλυθός, ὅτε ἦν ὁ λαὸς ἐν συγκλεισμῷ ἀλλοφύλων· καὶ ἵνα μὴ διαφθαρῇ ἡ πόλις ὡς μὴ ἔχουσα ὕδωρ, ἐποίησε τοῦτο. Καὶ ὅταν οὖν ἤρχοντο οἱ πολέμιοι ἀντλῆσαι, οὐκ ἤρχετο ὕδωρ· ὅταν δὲ Ἰουδαῖοι ἤρχοντο, ἤρχετο καὶ τὸ ὕδωρ. Ὅθεν ἕως τοῦ νῦν αἰφνίδιον ἐξέρχεται τὸ ὕδωρ, ἵνα δειχθῇ τὸ μυστήριον τοῦ θεοῦ. Καὶ ἐπειδὴ διὰ τοῦ Ἡσαΐου τοῦτο γέγονε, μνήμης χάριν καὶ ὁ λαὸς πλησίον αὐτὸν ἔθαψεν ἐνδόξως, ἵνα διὰ τῶν εὐχῶν αὐτοῦ ὡσαύτως ἔχωσιν τὴν ἀπόλαυσιν τοῦ ὕδατος, ὅτι χρησμὸς ἐδόθη αὐτοῖς περὶ τούτου. Ἔστιν δὲ ὁ τάφος ἐχόμενα τοῦ τάφου τῶν βασιλέων, ὄπισθεν τοῦ τάφου τῶν ἱερέων ἐπὶ τὸ μέρος τὸ πρὸς νότον. Σολομὼν γὰρ ἐποίησε τοὺς τάφους τοῦ Δαυὶδ διαγράψαντος κατὰ ἀνατολὰς τῆς Σιών, ἥτις ἔχει εἴσοδον ἀπὸ Γαβαώ, μήκοθεν τῆς πόλεως σταδίους κʹ καὶ ἐποίησε σκολιὰν σύνθεσιν ἀνυπονόητον, καὶ ἔστιν ἕως τοῦ νῦν τοῖς πολλοῖς ἀγνοουμένη.
Ἐκεῖ εἶχεν ὁ βασιλεὺς τὸ χρυσίον τὸ ἐξ Αἰθιοπίας καὶ τὰ ἀρώματα. Καὶ ἐπειδὴ Ἐζεκίας ἔδειξε τοῖς ἔθνεσι τὸ μυστήριον Δαυὶδ καὶ Σολομῶντος, καὶ ἐμίανεν ὀστᾶ πατέρων αὐτοῦ, διὰ τοῦτο ὁ θεὸς ἐπηράσατο εἰς δουλείαν τὸ σπέρμα αὐτοῦ τοῖς ἐχθροῖς αὐτοῦ, καὶ ἄκαρπον ἐποίησεν ὁ θεὸς ἀπὸ τῆς ἡμέρας ἐκείνης.
Obra
Texto
Abre el pasaje relacionado en una ventana nueva.